Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. οἰνάδος ἡδυπότοιο φέρειν πρεσβήια νίκης·
  2. καὶ μεθύων ἀκίχητος Ἔρως, ὀχετηγὸς ἀγῶνος,
  3. κισσῷ βοτρυόεντι κόμην ἔστεψε Λυαίου.
  4. τοῦτο σοφῇ παλάμῃ κερόεις Σειληνὸς ὑφαίνων
  5. δεξιτερὴν μὲν ἔπαυσε, πολυσκάρθμῳ δὲ πεδίλῳ
  6. ἐκ χθονὸς ᾐώρητο καὶ ἠέρι πέμπεν ὀπωπάς,
  7. πῇ μὲν ἐπʼ ἀλλήλοισιν ὁμόζυγα ταρσὰ συνάπτων,
  8. πῇ δὲ διαζεύξας ἑτεραλκέι πάλλετο τέχνῃ,
  9. ἄλλοτε πουλυέλικτος ὑπὲρ δαπέδοιο χορεύων
  10. ὀρθὸς ἐπὶ πτέρναις ἑλικώδεϊ σείετο παλμῷ·
  11. δεξιτερῷ δʼ ἄγναμπτος ἐπεστηρίζετο ταρσῷ
  12. δάκτυλον ἄκρον ἔχων ἑτέρου ποδός, ἢ γόνυ κάμψας
  13. συμφερταῖς παλάμῃσιν ἢ ἐκταδίην πτύχα μηρῶν
  14. Σειληνὸς βαρύγουνος, ἔχων ποδὸς ὄρθιον ὁρμήν·
  15. καὶ πόδα λαιὸν ἄειρεν ἐπὶ πλευροῖο καὶ ὤμου
  16. κουφίζων ἑλικηδόν, ὀπισθοτόνῳ δʼ ὑπὸ τέχνῃ
  17. καμπύλον ᾐώρησεν ἐπʼ αὐχένι ταρσὸν ἑλίξας·
  18. καὶ βαλίῃ στροφάλιγγι παλιννόστοιο χορείης
  19. ὕπτιος αὐτοέλικτος ἐκάμπτετο κυκλάδι τέχνῃ
  20. πεπταμένην ἐπίκυρτον ἐς ἠέρα γαστέρα φαίνων,