Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. χῶρος ὅθεν κρητῆρος ἐπώνυμος, ἡδυπότου δὲ
  2. Σειληνοῦ κελάδοντος ἀκούεται Εὔιον ὕδωρ.
  3. καί τινα μῦθον ἔλεξε Μάρων ποταμηίδι πηγῇ·
  4. οὔ σε Μάρων, Σειληνέ, Βιάζεται· εἰς σὲ δὲ ῥίψω
  5. οἶνον ἐρευθιόωντα καὶ οἰνοδόκον σε καλέσσω.
  6. δέξο, μέθης ἀκόρητε, τεὸν μέθυ, δέχνυσο Βάκχου
  7. ἀργύρεον κρητῆρα, καὶ ἔσσεαι ἀργυροδίνης.
  8. εἰλιπόδη Σειληνέ, καὶ ἐν προχοῇσι χορεύεις,
  9. σεῖο ποδῶν στροφάλιγγα καὶ ἐν ῥοθίοισι φυλάσσεις,
  10. εἰσέτι κωμάζεις διερὸν τύπον· ἀλλὰ σὺ Βάκχαις
  11. ἵλαθι καὶ Σατύροισι καὶ οἰνοδότῃσιν ὀπώραις,
  12. Σειληνοὺς δὲ φύλασσε, τεῆς βλάστημα γενέθλης·
  13. ἀκροπότῃ δὲ Μάρωνι χαρίζεο, μηδέ σε νίκης
  14. ζῆλον ὑποκλέπτοντα καὶ ὲν ποταμοῖσι νοήσω.
  15. ὕδασι μᾶλλον ἄεξε Μαρωνίδος οἶνον ὀπώρης·
  16. ἔσσο καὶ ἐν ποταμοῖσιν ὁμοφρονέων Διονύσῳ.
  17. νήπιε, τίς σε δίδαξεν ἀρειοτέροισιν ἐρίζειν;
  18. Σειληνὸς πάλιν ἄλλος, ὑπέρβιον αὐλὸν ἀμείβων,
  19. αὐχένα γαῦρον ἄειρε καὶ εἰς ἔριν ἤλυθε Φοίβῳ·
  20. ἀλλά ἑ γυμνώσας λασίου χροός, ἔρνεϊ δήσας,