Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. στέμμασι Πισαίοισιν ἐοικότα θαλλὸν ἐλαίης,
  2. Παλλάδος ἁγνὸν ἄγαλμα. μελικρήτῳ δὲ κυπέλλῳ
  3. πρῶτος Ἀρισταῖος κεράσας ὠδῖνα μελίσσης
  4. ὤρεγεν ἀθανάτοισι σοφὸν ποτόν, ἄλλον ἐπʼ ἄλλῳ
  5. εὐφραίνων, καὶ ἔνειμε δέπας στοιχηδὸν ἑκάστῳ·
  6. τοῖσι μὲν ἀρχομένοισιν ἐυρραθάμιγγος ἐέρσης
  7. ὀξύτατος κόρος ἔσκεν, ἀρυομένων δὲ κυπέλλων
  8. τὸ τρίτον ἠρνήσαντο, καὶ οὐχ ἥψαντο τετάρτου,
  9. καὶ μέλιτος μέμψαντο ταχὺν κόρον· ἡδυπότου δὲ
  10. ἁβροχίτων Διόνυσος ἀπὸ κρητῆρος ἀφύσσων
  11. κούφισε δισσὰ κύπελλα καὶ ὤρεγε δίζυγι παλμῷ
  12. τὸ πρῶτον Κρονίδῃ, τὸ δὲ δεύτερον ὤπασεν Ἥρῃ,
  13. πατροκασιγνήτῳ τρίτατον δέπας ἐννοσιγαίῳ·
  14. ἑξείης δʼ ἅμα πᾶσι θεοῖς καὶ Ζηνὶ τοκῆι
  15. τερπομένοις ἐκέρασσε, κατηφιόωντι δὲ μούνῳ
  16. μειδιόων ἐτίταινε δέπας ζηλήμονι Φοίβῳ·
  17. οἱ δὲ πολυσπερέεσσι νόον θέλγοντο κυπέλλοις,
  18. διψαλέοι δʼ ἔτι μᾶλλον ἀεὶ γίνοντο πιόντες,
  19. καὶ πάλιν ᾔτεον ἄλλο, καὶ οὐ κόρος ἔσκε κυπέλλων.
  20. ἀθάνατοι δʼ ὀλόλυξαν, ἐπετρέψαντο δὲ Βάκχῳ