Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἐννεακαιδεκάτῳ Σταφύλου περὶ τύμβον ἐγείρει Βάκχος ἐπὶ κρητῆρι θυώδεϊ τερπνὸν ἀγῶνα.
  2. ὣς φαμένου βαρὺ κέντρον ἔχων νεοπενθέι θυμῷ
  3. κοῦρος ἀφωνήτῳ σφρηγίσσατο χείλεα σιγῇ,
  4. δάκρυσιν αὐτοχύτοις νικώμενος· ὀψὲ δὲ μήτηρ
  5. οἰκτρὸν ἔπος κατέλεξε Μέθη χαίρουσα Λυαίῳ·
  6. ὑμετέρης ἄγρυπνον ὀπιπευτῆρα χορείης,
  7. σὸν Στάφυλον, Διόνυσε, κατεύνασε χάλκεος ὕπνος,
  8. σὸν Στάφυλον, Διόνυσε, Χαρωνίδες ἥρπασαν αὖραι.
  9. δισσὸν ἐμοὶ βαρὺ πένθος ἐπέχραεν· ἀμπελόεις μὲν
  10. Βάκχος ἐμὲ προλέλοιπε, πόσις δʼ ἐμὸς ἔμπεσε νούσῳ·
  11. καὶ ξυνὴν μεθέπεσκον ἐπʼ ἀμφοτέροισιν ἀνίην,
  12. καὶ Σταφύλῳ θνήσκοντι καὶ οὐ παρεόντι Λυαίῳ.
  13. ἀλλὰ τεῆς, φίλε Βάκχε, πολυρραθάμιγγος ὀπώρης
  14. δός μοι σεῖο κύπελλον ἐνίπλεον, ὄφρα πιοῦσα
  15. εὐνήσω βαρὺ πένθος ἀπενθήτῳ σέθεν οἴνῳ.
  16. ἐλπὶς ἐμοί, Διόνυσε φιλεύιε, μοῦνον ὀπώρην,
  17. μοῦνον ἴδω κρητῆρα, καὶ οὐκέτι δάκρυα λείβω.
  18. ὣς φαμένην ἐλέαιρε, κερασσάμενος δὲ κυπέλλῳ
  19. ἰκμάδα λυσιμέριμνον ἀλεξικάκου πόρεν οἴνου
  20. παιδὶ νέῳ καὶ μητρὶ κατηφέι· καἰ πίον ἄμφω