Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. σοί, Στάφυλε, ζώοντι καὶ οὐ πνείοντι χορεύω
  2. κῶμον ἀνακρούων ἐπιτύμβιον· εἰμὶ δὲ Βάκχου,
  3. οὐ θεράπων Φοίβοιο, καὶ οὐ μάθον αἴλινα μέλπειν,
  4. οἷα παρὰ Κρήτεσσιν ἄναξ ἐλίγαινεν Ἀπόλλων
  5. δακρυχέων ἐρατεινὸν Ἀτύμνιον· Ἡλιάδων δὲ
  6. ξεῖνος ἐγὼ γενόμην, ἀλλότριος Ἠριδανοῖο
  7. εἰμί, νόθος Φαέθοντος ὀλωλότος ἡνιοχῆος·
  8. οὐ Σπάρτης ναέτης, οὐ πένθιμον ἄνθος ἀείρω
  9. σείων ἁβρὰ πέτηλα φιλοκλαύτων ὑακίνθων.
  10. σήμερον, εἰ Μίνωι παρήμενος ἶσα δικάζεις,
  11. εἴτε καὶ ἀνθεμόεσσαν ἔχεις Ῥαδαμάνθυος αὐλήν,
  12. Ἠλυσίου λειμῶνος ἐν ἄλσεσιν ἁβρὸν ὁδεύων,
  13. κέκλυθι σεῖο Μάρωνος· ἐγὼ δέ σοι ἀντὶ κυπέλλων
  14. ἀσπόνδοις στομάτεσσιν ἐρεύγομαι ἔμφρονα λοιβήν·
  15. ἵλαθι σεῖο Μάρωνι, δίδου δέ μοι οἴνοπα νίκην,
  16. νίκην πασιμέλουσαν· ἐγὼ δέ σοι ὑψόθι τύμβου
  17. σπείσω ἐμῶν χρυσέων πρωτάγρια καλὰ κυπέλλων
  18. ἀρχόμενος κρητῆρος ἐμῆς μετʼ ἀέθλια νίκης.
  19. ὣς εἰπὼν ἐχόρευε Μάρων ἑλικώδεϊ ταρσῷ,
  20. δεξιὸν ἐκ λαιοῖο μετήλυδα ταρσὸν ἀμείβων,