Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. σιγὴν ποικιλόμυθον ἀναυδέι χειρὶ χαράσσων·
  2. ὀφθαλμοὺς δʼ ἐλέλιζεν ἀλήμονας, εἰκόνα μύθων,
  3. νεύματι τεχνήεντι νοήμονα ῥυθμὸν ὑφαίνων·
  4. καὶ κεφαλὴν ἐτίνασσε καὶ ἤθελε βόστρυχα σείειν,
  5. εἰ μὴ γυμνὰ μέτωπα λιπότριχος εἶχε καρήνου.
  6. οὐδὲ μέν, οἷα γέρων Τιτήνιον αἷμα κομίζων,
  7. ἔγραφε φωνήεντι τύπῳ Τιτηνίδα φύτλην,
  8. οὐ Κρόνον ἠὲ Φάνητα παλαίτερον, οὐδὲ γενέθλην
  9. ἠελίου Τιτῆνος ὁμόχρονον ἥλικι κόσμῳ·
  10. ἀλλὰ λιπὼν ξύμπαντα καὶ ἀρχαίης χύσιν ὕλης
  11. οἰνοχόον Κρονίδαο σοφῇ ποίκιλλε σιωπῇ
  12. Ζηνὶ δέπας τανύοντα καὶ ἀθανάτων χορὸν ἄλλων
  13. αἰὲν ἐπασσυτέροισιν ἐυφραίνοντα κυπέλλοις,
  14. ἢ ζαθέην προχέοντα κατὰ κρητῆρος ἐέρσην·
  15. ἦν δέ οἱ ἁρμονίη γλυκερὸν ποτόν· ἀλλὰ καὶ αὐτὴν
  16. νέκταρ ἀρυομένην ὠρχήσατο παρθένον Ἥβην·
  17. εἰς Σατύρους δʼ ὁρόων Γανυμήδεος ἔγραφε μορφὴν
  18. χερσὶν ἀφωνήτοισι, καὶ ὁππότε δέρκετο Βάκχας,
  19. ἥβην χρυσοπέδιλον ἐχέφρονι δείκνυε σιγῇ.
  20. τοῖα Μάρων ἐχάρασσε πολύτροπα δάκτυλα πάλλων,