Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. χρύσεον ἀστράπτοντα μέγαν κρητῆρα δοκεύων,
  2. οὐχ ὅτι χρύσεος ἦεν ὑπέρτερος, ἀλλʼ ὅτι μοῦνον
  3. εἶχεν ἐυρραθάμιγγα παλαίτατον ὄγκον ἐέρσης
  4. ἄκρου χείλεος ἄχρις· ἔρως δέ μιν ἡδέος οἴνου
  5. θῆκε νέον, πολιὴν δὲ βιήσατο Βακχιὰς ὀδμή·
  6. καὶ πόδας ἀμφελέλιζεν ἑῆς πειρώμενος ἀλκῆς,
  7. μὴ βαρὺ γῆρας ἔπαυσε λελασμένα γυῖα χορείης.
  8. καὶ ψυχὴν Σταφύλοιο γέρων μειλίξατο φωνῇ,
  9. νηφάλιον λασίῳ προχέων ἔπος ἀνθερεῶνι·
  10. εἰμὶ Μάρων, συνάεθλος ἀπενθήτοιο Λυαίου·
  11. δακρυχέειν οὐκ οἶδα· τί δάκρυσι καί Διονύσῳ;
  12. κύκλα ποδῶν ἐμὰ δῶρα ταφήια σῷ παρὰ τύμβῳ·
  13. δέξό με μειδιόωντα· Μάρων οὐκ οἶδε μερίμνας,
  14. οὐ γόον οἶδε Μάρων, οὐ πενθάδος ὄγκον ἀνίης·
  15. ἱμερόεις πέλε λάτρις ἀπενθήτου Διονύσου.
  16. ἵλαθι σεῖο Μάρωνι, καὶ εἰ πίες ὕδατα Λήθης,
  17. δὸς χάριν, ὄφρα πίοιμι παλαιγενέος χύσιν οἴου,
  18. Σειληνὸς δὲ νέης πιέτω νέον ὄγκον ὀπώρης.
  19. καὶ Σταφύλῳ μετὰ πότμον, ἅτε ζώοντι, χορεύσω,
  20. ὅττι χορὸν προβέβουλα φιλοκνίσοιο τραπέζης·