Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ χρύσεον κρητῆρα καὶ ἡδυπότου χύσιν οἴνου·
  2. ὃς δὲ πέσῃ σφαλεροῖο ποδὸς δεδονημένος ὁλκῷ,
  3. ἥσσονα δʼ ὀρχήσαιτο, καὶ ἥσσονα δῶρα δεχέσθω·
  4. οὐ γὰρ ἐγὼ πάντεσσιν ὁμοίιος· ἀθλοφόρῳ δέ
  5. ἀνέρι νικήσαντι χοροίτυπον ἁβρὸν ἀγῶνα
  6. οὐ τρίποδα στίλβοντα καὶ οὐ ταχὺν ἵππον ὀπάσσω,
  7. οὐ δόρυ καὶ θώρηκα φόνῳ πεπαλαγμένον Ἰνδῶν,
  8. δίσκον ἐς ἰθυκέλευθον ἀκοντιστῆρας ἐγείρων·
  9. οὐδὲ ποδωκείης τέταται δρόμος, οὐ δορὸς αἰχμή
  10. τηλεφόρου· Σταφύλῳ δέ, καταφθιμένῳ Βασιλῆι,
  11. ἀνδρὶ φιλοσκάρθμῳ, φιλοπαίγμονα ταρσὰ γεραίρω·
  12. οὐδὲ παλαισμοσύνῃ μυιαλκέι δῶρα τιταίνω,
  13. οὐ δρόμος ἱπποσύνης, οὐκ Ἤλιδός εἰσιν ἀγῶνες,
  14. οὐ δρόμος Οἰνομάου γαμβροκτόνος· ἡμετέρη γὰρ
  15. νύσσα χορός, βαλβῖδες ἐπισκιρτήματα ταρσῶν,
  16. χεὶρ τροχαλὴ καὶ σκαρθμὸς ἕλιξ, καὶ νεῦμα προσώπου
  17. ἄστατα κινυμένοιο, καὶ αὐδήεσσα σιωπὴ
  18. δάκτυλα δινεύουσα καὶ ὀρχηστῆρος ὀπωπήν.
  19. τοῖον ἔπος φαμένου κερόεις Σειληνὸς ἀνίστη,
  20. καὶ τριγέρων βαρύθοντι Μάρων ἀνεπήλατο ταρσῷ