Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- Ἀσσυρίη δὲ μάραγδος ἀνήρυγεν ἔγχλοον αἴγλην.
- κιονέῃ δὲ φάλαγγι περιστρωθέντα μελάθρων
- χρύσεα δουρατέης ἐρυθαίνετο νῶτα καλύπτρης
- ἀφνειοῖς ὀρόφοισι· πολυσχιδέων δέ μετάλλων
- φαιδρὸν ἐυψήφιδι πέδον ποικίλλετο τέχνῃ·
- καὶ πυλεὼν περίμετρος ἐυγλύπτῳ τινὶ δούρῳ
- λεπτοφυῆ τύπον εἶχε νεοπρίστων ἐλεφάντων.
- τοῖα γέρων σκηπτοῦχος ἐδείκνυε μάρτυρι Βάκχῳ·
- καὶ μόγις ἴχνος ἔκαμψεν ἔσω θεοδέγμονος αὐλῆς
- χειρὸς ἔχων Διόνυσον· ὁ δὲ βραδυπειθέι ταρσῷ
- πλαζομένην ἑλικηδὸν ἑὴν ἐτίταινεν ὀπωπήν·
- καὶ θεὸς ἀστερόεσσαν ἐθάμβεεν ἤνοπι κόσμῳ
- ξεινοδόκου βασιλῆος ἰδὼν χρυσήλατον αὐλήν.
- ἀμφιπόλους δʼ οἴστρησεν ἄναξ καὶ δμῶας ἐπείγων,
- ταύρων ζατρεφέων ἀγέλην καὶ πώεα μήλων
- δαιτρεύειν Σατύροισι βοοκραίρου Διονύσου.
- καὶ Σταφύλου σπεύδοντος ἔην ταχυεργὸς ἀπειλὴ
- δμωσὶν ἀμοιβαίοισιν· ἐπερρώοντο δὲ πολλοὶ
- εἰλαπίνης δρηστῆρες· ἐδαιτρεύοντο δὲ ταῦροι
- καὶ νομάδων ὀίων λιπαραὶ στίχες. ἦν δὲ χορείη·