Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ποσσὶν ἐυκνήμισιν ἐπωρχήσατο κονίῃ,
  2. ἀστιβέος πρηῶνα διαστείχοντες ἐρίπνης.
  3. ἀλλʼ ὅτε νισσομένοισι φάνη βασιλήιος αὐλὴ
  4. τηλεφανὴς στίλβουσα λίθων ἑτερόχροϊ κόσμῳ,
  5. εὐχαίτης τότε Βότρυς ὄχον πατρῷον ἐάσας
  6. εἰς δόμον ὠκυπέδιλος ἔβη, προκέλευθος ὁδίτης,
  7. ἐντύνων ἅμα πάντα, φιλοστόργῳ δὲ μενοινῇ
  8. ὥπλισε πιαλέης ἑτερότροπα δεῖπνα τραπέζης.
  9. ὄφρα μέν εἰσέτι Βότρυς ἐκόσμεε δαῖτα Λυαίῳ,
  10. τόφρα δὲ ποικιλόδωρος ἄναξ ἐπεδείκνυε Βάκχῳ
  11. κάλλεα τεχνήεντα λιθοστρώτοιο μελάθρου,
  12. τῶν ἄπο μαρμαρέη πολυδαίδαλος ἔρρεεν αἴγλη,
  13. σύγχροος ἠελίοιο καὶ ἀντιτύποιο σελήνης·
  14. τοῖχοι δʼ ἀργυρέοισιν ἐλευκαίνοντο μετάλλοις,
  15. καὶ μερόπων σπινθῆρας ἐπαστράπτουσα προσώπῳ
  16. λύχνις ἔην, λύχνοιο φερώνυμος· εἶχε καἰ αὐτὴν
  17. οἶκος ἐρευθιόωντι κεκασμένος αἴθοπι πέτρῳ
  18. οἰνωπὴν ἀμέθυστον ἐρειδομένην ὑακίνθῳ·
  19. αὐγὴν δʼ αἰθαλόεσσαν ἀπέπτυεν ὠχρὸς ἀχάτης,
  20. καἰ φολίδων στικτοῖσι τύποις ἀμάρυσσεν ὀφίτης·