Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ δόμον εὐφόρμιγγα θυώδεες ἔπνεον αὖραι,
  2. εὐόδμου δέ πόληος ἀνεκνίσσωσαν ἀγυιάς·
  3. ἀμφιλαφεῖς δʼ ἐμέθυσσαν ὅλον δόμον ἰκμάδες οἴνου.
  4. κύμβαλα δʼ ἐπλατάγησε, παρʼ εὐκελάδῳ δὲ τραπέζῃ
  5. Πανιάδες σύριγγες ἐβόμβεον, ἔβρεμον αὐλοὶ
  6. συμπλεκέες, καὶ κύκλος ἐριγδούποιο βοείης
  7. διχθαδίοις πατάγοισιν ἐπεσμαράγησε μελάθρῳ,
  8. καὶ κτύπος ἦν κροτάλων ἐπιδόρπιος. ὲν δʼ ἄπα μέσσῳ
  9. οἰνοβαρὴς τρομεροῖο φέρων ποδὸς ἄστατον ὁρμὴν
  10. ἤιεν ἔνθα καὶ ἔνθα Μάρων, δεδονημένος οἴστρῳ,
  11. ὄρθιον ἐκ δαπέδοιο παλίσσυτον ἴχνος ἑλίσσων,
  12. χεῖρας ἑὰς διδύμων Σατύρων ὑπὲρ ὦμον ἐρείσας
  13. μεσσοφανής· ἑτέρου δὲ ποδὸς κουφίζετο παλμῷ
  14. ἀλλοτρίῳ, ξανθωπὸν ἔχων χρόα, μεσσόθι, πέμπων
  15. πορφυρέας ἀκτῖνας ὅλῳ στίλβοντι προσώπῳ,
  16. ἀντίτυπον μίμημα Σεληναίῃσι κεραίαις,
  17. λαιῇ μὲν νεόδαρτον ἐθήμονος ἔγκυον οἴνου
  18. αὐχενίῳ ζωστῆρι περίπλοκον ἀσκὸν ἀείρων,
  19. δεξιτερῇ δὲ κύπελλον· ἐκυκλώσαντο δὲ Βάκχαι
  20. γηραλέον σκαίροντα ποδῶν ἑτεραλκέι ταρσῷ,