Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- εἰς μίαν ἠριγένειαν ἐμῶν ἐπίβηθι μελάθρων·
- δὸς χάριν ἀμφοτέροις, καὶ Βότρυϊ καἰ γενετῆρι.
- ὥς εἰπὼν παρέπεισεν· ἑῷ δʼ ἐποχήσατο δίφρῳ.
- ὀλβίζων ἑὸν οἶκον, ἐφεσπομένου Διονύσου·
- καὶ θρασὺς ἱππείην ἀνεκούφισε Βότρυς ἱμάσθλην,
- ταυρείην δʼ ἑλικηδὸν ἐρημάδα πέζαν ὁδεύων
- ἤλασε πάτριον ἅρμα, καὶ ἡγεμόνευε Λυαίῳ
- Ἀσσυρίην ἐπὶ γαῖαν· ἐπαυχενίοις δὲ λεπάδνοις
- χρύσεα Μυγδονίοιο δεδεγμένος ἡνία διφρου
- ἡνίοχος Βρομίοιο Μάρων, ἀκόρητος ἱμάσθλης
- θηρονόμου μάστιγος ἀφειδέα ῥοῖζον ἰάλλων,
- πορδαλίων ἤλαυνεν ἀελλήεσσαν ἀπήνην·
- καὶ Σάτυροι προθέοντες ἀνεκρούσαντο χορείην,
- ἀμφιπερισκαίροντες ὀρίδρομον ἄρμα Λυαίου·
- πολλὴ δʼ ἔνθα καἰ ἔνθα φιλάνθεμος ἔτρεχε Βάκχη
- δύσβατον οἶμον ἔχουσα βατῷ ποδί, καἰ πτύχα πέτρης
- στεινὴν κλιμακόεσσαν ἐμέτρεεν ὠκέι ταρσῷ,
- καὶ παλάμῃ κροτάλιζε καὶ εὐρύθμοισι πεδίλοις,
- μόχθον ὑποκλέπτουσα βαθυκρήμνοιο κελεύθου,
- οἰστρομανής· καὶ Πᾶνες ἐθήμονος ὑψόθι πέτρης