Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. εἶπε· καὶ ὠκυπέδιλος ἀπὸ χθονὸς εἰς χθόνα βαίνων
  2. ἠῴην ἐπὶ πέζαν ἀταρπιτὸν ἤνυσε κῆρυξ,
  3. σκῆπτρον ἔχων γενετῆρος· ὁ δὲ χρυσέων ἐπὶ δίφρων
  4. βότρυν ἀερτάζων φρενοτερπέα καρπὸν ὀπώρης
  5. ποσσὶ πολυγνάμπτοισιν ἀπʼ ἄστεος ἄστεα βαίνων
  6. Ἀσσυρίην χθόνα πᾶσαν ἑῆς ἔπλησεν ὀπώρης,
  7. ἀγρονόμοις ὀρέγων σταφυληκόμον ἄνθος ἀλωῆς.
  8. ὄφρα μὲν ἀντολικοῖο παρὰ πτερὸν αἴθοπος Εὔρου
  9. φοιταλέῳ Σύρον οὖδας ἐμέτρεεν οἴνοπι δίφρῳ,
  10. τόφρα δὲ καὶ Σταφύλῳ μόρος ἔχραεν· ἐν δὲ μελάθρῳ
  11. δμῶες ἀνερρήξαντο κατὰ στέρνοιο χιτῶνα,
  12. ἀμφίπολοι δʼ ἀλάλαζον· ἐφοινίσσοντο δὲ μαζοὶ
  13. τυπτόμενοι παλάμῃσι· πολυθρήνων δὲ γυναικῶν
  14. πενθαλέοις ὀνύχεσσι χαράσσετο κύκλα προσώπου.
  15. ὀψὲ δὲ δὴ παλίνορσος ἐρισταφύλων ἐπὶ δίφρων
  16. νοστήσας Διόνυσος ἐδύσατο Βότρυος αὐλήν.
  17. μνῆστιν ἔχων Σταφύλοιο φιλοστόργοιο τραπέζης·
  18. καὶ Πίθον ὡς ἐνόησε κατηφιόωντι προσώπῳ,
  19. πότμον ἑοῦ Σταφύλοιο σοφῇ μαντεύσατο σιγῇ
  20. αὐτόματος· καλέσας δὲ Μέθην ἐξείρετο μύθῳ·