Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- κτεῖνε δὲ Δηριάδην, ὡς ἔκτας Ἰνδὸν Ὀρόντην
- κήτεος εἰναλίοιο κακώτερον· ἀχνυμένην μὲν
- Περσεὺς Ἀνδρομέδην, σὺ δὲ ῥύεο μείζονι νίκῃ
- πικρὰ βιαζομένην ἀδίκων ὑπὸ νεύμασιν Ἰνδῶν
- παρθένον ἀστερόεσσαν, ὅπως ἕνα κῶμον ἀνάψω
- Γοργοφόνῳ Περσῆι καὶ Ἰνδοφόνῳ Διονύσῳ.
- ὣς εἰπὼν παλίνορσος ἑῷ νόστησε μελάθρῳ
- ἁβρὸς ἄναξ. Βρομίου ξεινηδόκος· εἰσαΐων δὲ
- φθεγγομένου βασιλῆος ἐτέρπετο κέντορι μύθῳ
- θυρσομανὴς Διόνυσος, ἐβακχεύθη δὲ κυδοιμῷ
- οὔασι θελγομένοισι μόθον πατρῷον ἀκούων·
- καὶ Κρονίδην νείκεσσε, καὶ ἤθελε μείζονα νίκην
- ἐσσομένην τριτάτην, διδύμην μετὰ φύλοπιν Ἰνδῶν,
- ζῆλον ἔχων Κρονίδαο. Φερέσπονδον δὲ καλέσσας,
- οὐρανίου κήρυκος ἀπόσπορον, εἴκελον αὔραις,
- Ἰφθίμης σοφὸν υἷα, φίλῳ προσπτύξατο μύθῳ·
- ὦ τέκος Ἑρμάωνος, ἐμοὶ πεφιλημένε κῆρυξ,
- τοῦτο μολὼν ἄγγειλον ἀγήνορι Δηριαδῆι·
- κοίρανε, νόσφι μάχης ἢ δέχνυσο δῶρα Λυαίου,
- ἢ Βρομίῳ πολέμιζε καὶ ἔσσεαι ἶσος Ὀρόντῃ.