Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. εἰπέ, γύναι, τί παθοῦσα τεὴν ἠλλάξαο μορφήν;
  2. αὐχμηρὴν ὁρόω σε, καἰ ἀστράπτουσαν ἐάσας·
  3. τίς τεὸν ἔσβεσε κάλλος ἀθέσφατον; οὐκέτι πέμπεις
  4. ἔμφυτον οἰνωπῇσι παρηίσι πορφύρεον πῦρ.
  5. καὶ σύ, γέρον, μὴ κρύπτε, πόθεν τάδε δάκρυα χεύεις;
  6. τίς τάμεν, εὐρυγένειε, τεὸν πώγωνα κομήτην;
  7. τίς πολιὴν ᾔσχυνε; τίς ἔσχισε σεῖο χιτῶνα;
  8. καὶ σύ, φιλακρήτοιο Μέθης βλάστημα τεκούσης,
  9. τέκνον ἐμοῦ Σταφύλοιο, πόθεν λάχες ἄτριχα κόρσην;
  10. τίς φθόνος ἠμάλδυνε τεὴν ἑλικώδεα χαίτην;
  11. οὐ πλόκαμοι προχυθέντες ἐπʼ ἀργυφέων σέθεν ὤμων
  12. ἀπλεκέες Τυρίοιο μύρου πέμπουσιν ἀυτμήν,
  13. οὐκέτι βακχευθέντος ἀφʼ ὑμετέροιο καρήνου
  14. μαρμαρυγὴν ῥοδόεσσαν ὀιστεύουσι παρειαί.
  15. πῶς φορέεις τάδε πέπλα χυτῇ ῥυπόωντα κονίῃ;
  16. πῇ μοι ἔβη Τυρίης βασιλήια πέπλα θαλάσσης;
  17. οὐκέτι γινώσκω σε μαραινομένοιο προσώπου.
  18. πῇ Στάφυλος σκηπτοῦχος ἀνήλυθεν, ὄφρα νοήσω;
  19. εἰπέ, τεὸν γενετῆρα τίς ἥρπασεν εἰς μίαν ὥρην;
  20. γινώσκω σέο πῆμα, καὶ εἰ κρύπτειν μενεαίνεις·