Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ὁππότε κουφίζων παλάμας ὑπὲρ ἄντυγα μαζοῦ [*](MSS. and Ludwich μηροῦ: μαζοῦ H. J. R., cf. xxii. 328. )
  2. Ζηνὶ τεῷ πολέμιζεν, ἐν ἠερίῃ δὲ κελεύθῳ
  3. στοιχάδας ὑψιλόφῳ νεφέλας ἔστησε καρήνῳ,
  4. καὶ σκολιαῖς ὄρνιθας ἐπιπλαγχθέντας ἐθείραις
  5. πολλάκι συμμάρψας πολυχανδέι δαίνυτο λαιμῷ·
  6. τοῦτον ἀριστεύοντα τεὸς κτάνε σύγγονος Ἄρης.
  7. Αρεος οὐ καλέω σε χερείονα· καὶ γὰρ ἐρίζοις
  8. πᾶσι Διὸς τεκέεσσιν, ἐπεὶ φονίῳ σέο θύρσῳ
  9. τόσσον ἀριστεύεις, ὅσσον δορὶ μάρναται Ἄρης,
  10. καὶ τελέεις, ἅτε Φοῖβος, ἀέθλια, θηροφόνον δὲ
  11. υἱὸν ἐγὼ Διὸς ἄλλον ἐμῷ ξείνισσα μελάθρῳ·
  12. χθιζὰ γὰρ εἰς ἐμὸν οἶκον ἐύπτερος ἤλυθε Περσεὺς
  13. γείτονα Κωρυκίοιο διαυγέα Κύδνον ἐάσας,
  14. ὡς σύ, φίλος, καὶ ἔφασκεν ἐπώνυμον ὠκέι ταρσῷ
  15. ἀνδράσι πὰρ Κιλίκεσσι νεόκτιτον ἄστυ χαράξαι·
  16. ἀλλʼ ὁ μὲν ἠέρταζεν ἀθηήτοιο. Μεδούσης
  17. Γοργόνος ἄκρα κάρηνα σὺ δʼ οἴνοπα καρπὸν ἀείρεις,
  18. ἄγγελον εὐφροσύνης, βροτέης ἐπίληθον ἀνίης·
  19. Περσεὺς κῆτος ἔπεφνεν Ἐρυθραίῳ παρὰ πόντῳ,
  20. καὶ σὺ κατεπρήνιξας Ἐρυθραίων γένος Ἰνδῶν.