Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. λαίλαπας αἰθύσσουσα καὶ ὁπλίζουσα θυέλλας,
  2. νύμφη Ταρταρίη μελανόπτερος· ἐκ βλεφάρων δὲ
  3. τηλεπόρους σπινθῆρας ἀνήρυγε φοιταλέη φλόξ.
  4. ἀλλὰ τόσην κτάνε θῆρα πατὴρ τεὸς αἰθέριος Ζεύς,
  5. καὶ Κρονίην νίκησεν ἐχιδνήεσσαν Ἐνυώ.
  6. γίνεο καὶ σὺ τοκῆι πανείκελος, ὄφρα καὶ αὐτὸν
  7. γηγενέων ὀλετῆρα μετὰ Κρονίδην σὲ καλέσσω,
  8. δήιον ἀμήσαντα χαμαιγενέων στάχυν Ἰνδῶν.
  9. σοὶ μόθος οὗτος ἔοικεν ὁμοίιος· ἀρχέγονον γὰρ
  10. σὸς γενέτης Κρονίοιο προασπιστῆρα κυδοιμοῦ
  11. ἠλιβάτοις μελέεσσι κεκασμένον υἱὸν ἀρούρης
  12. Ἰνδὸν ἀπεπρήνιξεν, ὅθεν γένος ἔλλαχον Ἰνδοι·
  13. Ἰνδῷ σὸς γενέτης, σὺ δὲ μάρναο Δηριαδῆι.
  14. γίνεό μοι καὶ Ἄρηι πανείκελος, ὅττι καὶ αὐτὸς
  15. τηλίκον ἐπρήνιξε θεημάχον υἱὸν Ἐχίδνης,
  16. φρικτὸν ἀποπτύοντα δυσειδέος ἰὸν Ἐχίδνης,
  17. ὃς λάχε διπλόον εἶδος ὁμόζυγον, ἔνδοθι λόχμης
  18. μητρῴης δονέων ἑλικώδεα κύκλον ἀκάνθης·
  19. τὸν Κρόνος ἄπλετον εἶχε καταιχμάζοντα κεραυνοῦ,
  20. Αρεα συρίζοντα ποδῶν ὀφιώδεϊ ταρσῷ,