Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. χίλιοι ἑρπηστῆρες ἐχιδναίων ἀπὸ ταρσῶν
  2. ἰὸν ἐρευγομένων δολιχόσκιον· ἀμφὶ δὲ δειρὴν
  3. ἤνθεε πεντήκοντα καρήατα ποικίλα θηρῶν·
  4. καὶ τὰ μὲν ἐβρυχᾶτο λεοντείοισι καρήνοις
  5. Σφιγγὸς ἀσημάντοιο τύπῳ βλοσυροῖο προσώπου,
  6. ἄλλα δὲ καπρείων ἀνεκήκιεν ἀφρὸν ὀδόντων,
  7. συμφερτῇ δὲ φάλαγγι πολυσκυλάκων κεφαλάων
  8. Σκύλλης ἰσοτέλεστον ἔην μίμημα προσώπου·
  9. καὶ χροῒ μεσσατίῳ διφυὴς ἀνεφαίνετο νύμφη
  10. ἰοβόλοις κομόωσα δρακοντείοισι κορύμβοις·
  11. τῆς μὲν ἐπὶ στέρνοισιν ἐς ἀκροτάτην πτύχα μηρῶν
  12. κητείαις φολίδεσσι νόθη τρηχύνετο μορφὴ
  13. ὑψιτενής· ὄνυχες δὲ πολυσπερέων παλαμάων
  14. λοξὸν ἐδοχμώσαντο τύπον γαμψώνυχος ἅρπης·
  15. ἐξ ὑπάτου δὲ τένοντος ἀμαιμακέτων διὰ νώτων
  16. σκορπίος αὐτοέλικτος ἐπήορος αὐχένος οὐρῇ
  17. εἷρπε χαλαζήεντι τεθηγμένος ὀξέι κέντρῳ.
  18. τοίη ποικιλόμορφος ἕλιξ κουφίζετο Κάμπη,
  19. καὶ χθόνα δινεύουσα καὶ ἠέρα καὶ βυθὸν ἅλμης
  20. ἵπτατο κυανέων πτερύγων ἑτερόζυγι παλμῷ,