Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. σὸς γενέτης ἔτι κοῦρος· ἐπείγεο καὶ σὺ κυδοιμῷ
  2. γηγενέων ὑπέροπλον ἀιστῶσαι γένος Ἰνδῶν.
  3. μέμνημαί τινα μῦθον, ὃν ἡμετέρῳ γενετῆρι
  4. Ἀσσύριός ποτε Βῆλος, ἐμῆς πολιοῦχος ἀρούρης,
  5. πατροπάτωρ ἐμὸς εἶπεν, ἐγὼ δέ σοι αὐτὸς ἐνίψω·
  6. κουφίζων Κρόνος ὑγρὸς ἀμερσιγάμου γένυν ἅρπης,
  7. ὁππότε μητρῴῃσιν ἐπεσσυμένοιο χαμεύναις
  8. τάμνεν ἀνυμφεύτων στάχυν ἄρσενα πατρὸς ἀρότρων.
  9. Τιτήνων προκέλευθος, ἐμάρνατο σεῖο τοκῆι,
  10. καὶ Κρόνος εὐρυγένειος ἀνερρίπιζεν Ἐνυὼ
  11. ἔγχεα παχνήεντα κατὰ Κρονίωνος ἰάλλων,
  12. ψυχρὸν ἀκοντίζων διερὸν βέλος· ὀξυτενεῖς δὲ
  13. ἠερόθεν πέμποντο χαλαζήεντες ὀιστοί.
  14. καὶ πλέον Ἠελίοιο κορύσσετο πυρσοφόρος Ζεὺς
  15. θερμοτέρῳ σπινθῆρι λύων πετρούμενον ὕδωρ
  16. ὠμοβόρους δὲ λέοντας ἐπὶ κλόνον Ἰνδὸν ἱμάσσων,
  17. μὴ τρομέοις ἐλέφαντας, ἐπεὶ τεὸς ὑψιμέδων Ζεὺς
  18. Κάμπην ὑψικάρηνον ἀπηλοίησε κεραυνῷ,
  19. ἧς σκολιὸν πολύμορφον ὅλον δέμας· ἀλλοφυῆ γὰρ
  20. λοξὴν αὐτοέλικτον ἀνερρίπιζον Ἐνυὼ