Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. οἷα πεσεῖν μέλλοντα τινασσομένοιο καρήνου,
  2. οὔ ποτε πεπτηῶτα. μεθυσφαλέες δὲ καὶ αὐτοὶ
  3. ἀμφίπολοι καὶ δμῶες ἐβακχεύοντο χορείῃ,
  4. γευσάμενοι πρώτιστον ἀήθεος ἡδέος οἴνου.
  5. καὶ Σταφύλου βασιλῆος ἀριστώδινα γυναῖκα
  6. Βακχιὰς ἀμπελόεσσα Μέθην ἐμέθυσεν ἐέρση·
  7. ἡ δὲ καρηβαρέουσα πιεῖν πάλιν ᾔτεε Βάκχας,
  8. οἰνοδόκον κρητῆρα περισκαίρουσα Λυαίου·
  9. καὶ κεφαλὴν ἐλέλιζε μετήλυδα δίζυγι παλμῷ,
  10. ὤμῳ ἐπικλίνουσα κόμην ἑτεραλκέι ῥιπῇ
  11. ἄστατος, ἔνθα καὶ ἔνθα παλίντροπος· ἀμφὶ δὲ γαίῃ
  12. πυκνὰ πεσεῖν μέλλουσαν ὀλισθηροῖσι πεδίλοις
  13. θυιάδα χερσὶ λαβοῦσα Μέθην ὠρθώσατο Βάκχη.
  14. καὶ Στάφυλος μεμέθυστο· φιλακρήτῳ δὲ κυπέλλῳ
  15. βότρυος οἰνωθέντος ἐφοινίσσοντο παρειαί·
  16. καὶ πάις ἀρτιγένειος ἅμα Σταφύλῳ γενετῆρι
  17. ἀπλεκέας πλοκαμῖδας ἀήθεϊ δήσατο κισσῷ
  18. μιτρώσας στεφανηδόν· ἐπʼ ἴχνεσι δʼ ἴχνος ἀμείβων
  19. ποσσὶν ὁμοζήλοισιν ἕλιξ ὠρχήσατο Βότρυς,
  20. δεξιὸν ἐκ λαιοῖο μετήλυδα ταρσὸν ἑλίσσων·