Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ Στάφυλος σκίρτησε ποδῶν βητάρμονι παλμῷ,
  2. καμπύλον ἴχνος ἄγων τροχαλῷ κυκλούμενον ὁλκῷ,
  3. βότρυος ὀρχηστῆρος ἐπʼ αὐχένι πῆχυν ἐρείσας·
  4. καὶ ποτὸν εὐφήμησε χοροπλεκέος Διονύσου
  5. ἄστατος, ἔνθα καὶ ἔνθα καθειμένα βόστρυχα σείων
  6. ὤμῳ ἐπαΐσσοντα· μέθη δʼ ἐχόρευε καὶ αὐτή.
  7. πῆχυν ἐπικλίνουσα καὶ υἱέι καί παρακοίτῃ.
  8. μεσσατίη Σταφύλου καὶ Βότρυος· ἧ δὲ νοῆσαι
  9. τερπωλὴν τριέλικτον ὁμοπλέκτοιο χορείης.
  10. καὶ Πίθος ὠμογέρων, πολιὴν ἀνέμοισι τινάσσων,
  11. χεύματος ἡδυπότοιο βεβυσμένος ἄχρις ὀδόντων
  12. οἰνοβαρὴς ἐχόρευε, μεθυσφαλὲς ἴχνος ἑλίσσων·
  13. καὶ γλυκεραῖς λιβάδεσσιν ἐρευγομένων ἀπὸ λαιμῶν
  14. ξανθὴν ἀφριόωσαν ἑὴν λεύκαινεν ὑπήνην.
  15. καὶ πίον εἰς ὅλον ἦμαρ· ἀφυσσομένων δὲ κυπέλλων
  16. ἑσπερίην χθόνα πᾶσαν ὑπόσκιος ἔσκεπεν ὄρφνη
  17. ἀκροκελαινιόωσα, καὶ αἰόλα φέγγεϊ λεπτῷ
  18. ἄστρα καταυγάζων ἐμελαίνετο δίχροος ἀήρ,
  19. δυομένου Φαέθοντος ὑπὸ σκιοειδέι κώνῳ,
  20. βαιὸν ὀπισθοκέλευθον ἔχων ἔτι λείψανον Ἠοῦς·