Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- οὐ χατέεις ποταμοῖο πιὼν Ἀχερούσιον ὕδωρ
- λοίγιον· ἀνδροφόνῳ δέ ῥόῳ καὶ χεύματι πικρῷ
- γαστέρα κυμαίνουσαν ἔχων ἐγκύμονα Μοίρης
- γεύεο Κωκυτοῖο, καὶ ἢν ἐθέλῃς, πίε Λήθην,
- Ἄρεος ὄφρα λάθοιο καὶ αἱμαλέοιο σιδήρου.
- ἔννεπε κερτομέων διερὸν νέκυν. οἰδαλέος δὲ
- κύμασιν ἀσταθέεσσιν ἐσύρετο νεκρὸς Ὀρόντης·
- καὶ ψυχροῖς μελέεσσι διαπλώοντα ῥεέθρῳ
- ἄπνοον ἠρεύγοντο νέκυν ποταμηίδες ὄχθαι.
- τὸν μὲν ἐταρχύσαντο καὶ ἔστενον αἴλινα Νύμφαι,
- νύμφαι Ἁμαδρυάδες, χρυσέης παρὰ πυθμένα δάφνης
- ἀμφὶ ῥοὰς ποταμοῖο, καὶ ἔγραφον ὑψόθι δέδρου·
- Βάκχον ἀτιμήσας στρατιῆς πρόμος ἐνθάδε κεῖται,
- αὐτοφόνῳ παλάμῃ δεδαϊγμένος Ἰνδὸς Ὀρόντης.
- οὐδέ μόθου τέλος ᾖεν ἀτερπέος· ἡμιτελὴς γὰρ
- ἦεν ἀγὼν καὶ δῆρις ἀνήνυτος· ὑψιφανὴς δὲ
- Ἰνδὸς Ἄρης ἀλάλαζε· παλιννόστῳ δὲ κυδοιμῷ
- Λυδὸν ἐρευγομένη μανιώδεος ὄγκον ἀτελῆς
- Βακχιὰς εἰς μόθον ἄλλον ἐκώμασε θυιὰς Ἐνυώ,
- δήιον ἀνδροφόνοισιν ἀκοντίζουσα κορύμβοις,