Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ῥύεο Δηριαδῆα, τεῆς βλάστημα γενέθλης,
  2. Ἀστρίδος αἷμα φέροντα φατιζομένης σέο κούρης.
  3. οὐ πιθόμην Βρομίῳ θηλύφρονι· μάρτυρας ἕλκω
  4. ἠέλιον καὶ γαῖαν ἀτέρμονα καὶ θεὸν Ἰνδῶν,
  5. ἁγνὸν ὕδωρ. σὺ δὲ χαῖρε, καὶ ἵλαος ἔσσο κυδοιμῷ
  6. Ἰνδῶν μαρναμένων, καὶ ὀλωλότα θάψον Ὀρόντην.
  7. ὣς εἰπὼν ξίφος εἷλκε, μέσῃ δʼ ἐνὶ γαστέρι πήξας
  8. αὐτοφόνῳ βαρύποτμος ἐπεσκίρτησε σιδήρῳ·
  9. καὶ ποταμῷ κεκύλιστο καὶ οὔνομα δῶκεν Ὀρόντῃ.
  10. καί οἱ, ἔτι πνείοντα καὶ ἀσπαίροντα δοκεύων,
  11. Βάκχος ἄναξ ἀγόρευε χέων φιλοκέρτομον ἠχώ·
  12. κεῖσο, νέκυς, ξείνοισιν έν ὕδασιν· ὑμέτερον δὲ
  13. Δηριάδην θνήσκοντα πατὴρ κρύψειεν Υδάσπης.
  14. ὑμέας ἀμφοτέρους ἑκυρὸν καὶ γαμβρὸν ὀλέσσω,
  15. ἀντὶ δορὸς φονίοιο καὶ εὐθήκτοιο μαχαίρης
  16. σείων Εὔια θύρσα καὶ ἀμπελόεσσαν ἀκωκήν.
  17. ἀλλὰ δαφοινήεντι κατακτείνων σε σιδήρῳ
  18. οὐ πίες ἁβρὰ ῥέεθρα μελισταγέος ποταμοῖο·
  19. καὶ ποταμός σε κάλυψε, καὶ ἤμβροτες ἡδέος οἴνου.
  20. ἢν ἐθέλῃς, πίε μοῦνος ὅλον ῥόον· ἀλλὰ ῥεέθρων