Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Αρεϊ βακχευθεῖσα· φιλοπτόρθου δὲ Λυαίου
  2. δυσμενέες δρυόεντι κατεκτείνοντο σιδήρῳ
  3. φοίνιον ἕλκος ἔχοντες· ἀθωρήκτοιο δὲ Βάκχης
  4. ἔγχεϊ βοτρυόεντι δαϊζομένοιο σιδήρου
  5. Ἰνδοὶ χαλκοχίτωνες ἐθάμβεον ὀξέι κισσῷ
  6. στήθεα γυμνωθέντα νεούτατα· ῥηίτεροι γὰρ
  7. ἀσκεπέων θώρηκος ὀιστεύοντο φορῆες.
  8. ἄλλων δʼ ἄλλος ἔην φόνος ἄσπετος, ὧν ὑπὸ λύθρῳ
  9. σχιζόμενοι πετάλοισιν ἐφοινίσσοντο χιτῶνες
  10. μαρναμένων, ὅθι Ταῦρος· ἐκυκλώσαντο δέ Βάκχαι
  11. ἀκλινέες στεφανηδὸν ὁμοζυγέων στίχας Ἰνδῶν.
  12. καὶ θρασὺς αὐλὸς ἔμελπε φόνου μέλος· έν δὲ κυδοιμῷ
  13. βάκχοι μὲν θεράποντες ἀπειρομόθου Διονύσου
  14. τυπτόμενοι πελέκεσσι καί ἀμφιτόμοισι μαχαίραις
  15. πάντες ἔσαν πυργηδὸν ἀπήμονες· ἁβροκόμοι [*](αἰδοκόμοι or ἀνδοκόμοι L in text, Ἰνδοκόμοι written above: ἁβροκόμοι Ludwich, and other conjectures. Graefe suggests Ἰνδογόνοι.) δὲ
  16. δυσμενέες λεπτοῖσι κατεκτείνοντο πετήλοις·
  17. ἐξείης δʼ ἐπέπηκτο τανυπτόρθοις ἐνί δένδροις
  18. Ἰνδῶν πυκνὰ βέλεμνα, καὶ ἔγχεϊ νύσσετο πεύκη
  19. τηλεπόρῳ, βέβλητο πίτυς, τοξεύετο δάφνη,
  20. Φοίβου δένδρον ἐοῦσα, καὶ αἰδομένοις ἐνὶ φύλλοις