Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. σοὺς Σατύρους πτώσσοντας ἐμῷ δορὶ πάντας ὀλέσσω.
  2. εἶπεν ὁμοκλήσας στρατιῆς πρόμος· εἰσαΐων δὲ
  3. Βάκχος ἄναξ κεχόλωτο, καὶ ἀμπελόεντι κορύμβῳ
  4. τύψε κατὰ στέρνου πεφιδημένος· οὐτιδανῷ δὲ
  5. ἄνθεϊ βοτρυόεντι τυπεὶς ἐσχίζετο θώρηξ·
  6. οὐδὲ καλυπτομένου χροὸς ἥψατο Βακχιὰς αἰχμή,
  7. οὐ δέμας ἄκρον ἄμυξε· σιδηρείου δὲ χιτῶνος
  8. ῥηγνυμένου βαρύδουπος ἐχάζετο γυμνὸς Ὀρόντης·
  9. ἠῴην δʼ ἐπὶ πέζαν ἑὰς ἐτίταινεν ὀπωπὰς
  10. ἀντιπόρῳ Φαέθοντι καὶ ὑστατίην φάτο φωνήν·
  11. ἠέλιε, φλογεροῖο διʼ ἅρματος αἰθέρα τέμτων.
  12. γείτονα Καυκασίην ὑπὲρ αὔλακα φέγγος ἰάλλων
  13. στῆσον ἐμοὶ σέο δίφρα, καὶ ἔννεπε Δηριαδῆι
  14. Ἰνδῶν δοῦλα γένεθλα καὶ αὐτοδάικτον Ὀρόντην
  15. καὶ θύρσους ὀλίγους ῥηξήνορας, εἰπὲ καὶ αὐτοῦ
  16. νίκην φαρμακόεσσαν ἀπειρομόθου Διονύσου.
  17. καὶ ῥόον οἰνωθέντα νοοσφαλέος ποταμοῖο·
  18. εἰπὲ δὲ, πῶς ἀκάμαντα σιδηροφόρων στρατὸν Ἰνδῶν
  19. λεπταλέοις πετάλοισι διασχίζουσι γυναῖκες.
  20. εἰ δὲ τεῆς Κλυμένης μιμνήσκεαι εἰσέτι λέκτρων,