Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. δαιμονίης ἄρρηκτον ἔχων βλάστημα κεραίης,
  2. ἀντιβίοις ἀτίνακτον· ὁ δὲ θρασὺς ἀντία Βάκχου
  3. ἠερίῃ βαρύδουπος ὁμοίιος Ἰνδὸς ἀέλλῃ
  4. δεύτερον ἠκόντιζεν, ἀνεγνάμφθη δέ οἱ αἰχμὴ
  5. νεβρίδος ἁψαμένη μολίβου τύπον. ἀντιτύπου δὲ
  6. πέμπων οἴνοπα θύρσον ἐπὶ πλατὺν ὦμον Ὀρόντου
  7. Βάκχος ἑκὼν ἀφάμαρτεν· ἐπεγγελόων δὲ Λυαίου
  8. ἔγχεϊ κισσήεντι θεημάχος εἶπεν Ὀρόντης·
  9. οὗτος ὁ θῆλυν ὅμιλον ἐμαῖς στρατιῇσι κορύσσων,
  10. εἰ δύνασαι, πολέμιζε γυναικείῳ σέο θύρσῳ,
  11. εἰ δύνασαι, προμάχιζε· καί, εἰ μερόπων φρένα τέρπεις
  12. πανδαμάτωρ, ἕνα μοῦνον ἀθελγέα θέλξον Ὀρόντην.
  13. ἵστασο δηριόων, καὶ γνώσεαι, οἷον ἀέξει
  14. ὄρχαμον ἀλκήεντα γέρων ἐμὸς Ἰνδός Ὑδάσπης.
  15. οὐ Φρυγίης γενόμην, ὅθεν ἄρσενές εἰσι γυναῖκες,
  16. ἄσπορον ἀμήσαντες ἀνυμφεύτου στάχυν ἥβης·
  17. οὐ θεράπων ἀσίδηρος ἀνάλκιδός εἰμι Λυαίου.
  18. φάρμακα σοὺς προμάχους οὐ ῥύσεται· ὑμετέρας δὲ
  19. θυιάδας ἀμφιπόλους ληίσσομαι, ἐκ δὲ κυδοιμοῦ
  20. Σειληνοὺς θεράποντας ἐμῷ βασιλῆι κομίσσω,