Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. πέπλον ἀναστείλαντες ἀκοντιστῆρες ἀῆται·
  2. καὶ χροὸς ἔβλυε λύθρον ἐπήρατον· αἰδομένη δὲ
  3. δεξιτερῇ συνάγειρεν ἑὸν φεύγοντα χιτῶνα,
  4. γυμνὰ φυλασσομένη χιονώδεος ὄργια μηροῦ.
  5. καὶ θεὸς ἀθρήσας δηίων ἑτεραλκέα νίκην
  6. καὶ Σατύρους πτώσσοντας ἐπεσμαράγησε κυδοιμῷ,
  7. ὡς στρατὸς ἐννεάχιλος ἐριγδούπων ἀπὸ λαιμῶν
  8. συμφερτοῖς στομάτεσσι χέων ἀντίκτυπον ἠχώ.
  9. καὶ Βρομίῳ ταχύγουνος ἐμάρνατο μοῦνος Ὀρόντης,
  10. θνητὸς ἐών, βροτέῃ δὲ θεὸν προκαλίζετο φωνῇ.
  11. ἄμφω δʼ εἰς μόθον ἦλθον ὁμήλυδες, ὧν ὁ μὲν αὐτῶν
  12. ἔγχος ἔχων, ὁ δὲ θύρσον ἀκαχμένον. ἄκρα δὲ Βάκχου
  13. κρατὸς ἀνουτήτοιο βαλὼν ὑπέροπλος Ὀρόντης
  14. θηγαλέην Βρομίοιο μάτην ἤρασσε κεραίην·
  15. οὐ γὰρ ἄναξ Διόνυσος ἀδηλήτοιο καρήνου
  16. ταυροφυῆ τύπον εἶχε Σεληναίοιο μετώπου
  17. τεμνόμενον βουπλῆγος ἀλοιητῆρι σιδήρῳ,
  18. ὡς κερόεις Ἀχελῷος ἀείδεται, οὖ ποτε κόψας
  19. Ἡρακλέης κέρας εἷλε γαμοστόλος· ἀλλὰ Λυαῖος
  20. οὐράνιον μίμημα βοώπιδος εἶχε Σελήνης,