Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἔθλασεν ἄκρα μέτωπα βαλὼν μυλοειδέι πέτρῳ,
  2. καὶ σκέπας ἐστυφέλιξε χαραδρήεντι βελέμνῳ,
  3. ψευδαλέου μίμημα τετυγμένον ἠθάδι γύψῳ,
  4. ἀντίτυπον πήληκος ἀληθέος ἕρκος ὀπωπῆς·
  5. καὶ τὸ μὲν ἐν χθονὶ πῖπτε πολυσχιδές, αἴθοπι τέφρῃ
  6. εἴκελον, ἀργυφέη δὲ πέλεν κόνις· αὐτὰρ ὁ κάμνων
  7. ἔγχεϊ πετρήεντι πέδον πήχυνεν ἀγοστῷ.
  8. Κενταύρου δʼ ἑτέροιο διʼ εὐκεράοιο καρήνου
  9. ἀμφιτόμῳ βουπλῆγι τυχὼν λασίοιο μετώπου
  10. ταυρείην ἐπίκυρτον ἀπηλοίησε κεραίην·
  11. καὶ πολὺς εἰς χθόνα πῖπτεν, ἐπισκαίρων δὲ καρήνῳ
  12. ἡμιθανὴς κεκύλιστο, καὶ οὔασι τύπτε κονίην·
  13. καὶ δέμας ὀρθώσας πυμάτῳ βακχεύετο ταρσῷ,
  14. εἰλιπόδην ἀγέλαστον ἔχων ὀρχηθμὸν ὀλέθρου·
  15. καὶ κτύπον ἐσμαράγησε πέλωρ, ἅτε ταῦρος ἰάλλων
  16. τρηχαλέον μύκημα σεσηρότος ἀνθερεῶνος, κρᾶτα τυπείς.
  17. Ἑλίκην δὲ βαλὼν ἄστοργος Ἐρεμβεὺς
  18. στήθεϊ χαλκὸν ἔλασσε, καὶ ἄργυφον ἄντυγα μαζοῦ
  19. αἵματι φοινίσσοντι κατέγραφε κυανέη χείρ·
  20. τὴν δὲ κονιομένην ἑτέρῃ ξύνωσαν ἀνίῃ