Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ὑψιτενῆ πρηῶνα· καὶ ἀρχομένοιο κυδοιμοῦ
  2. ἔχραον ἀντιβίοισι· πολυσχιδέες δὲ χαράδραι
  3. Ἰνδῴοις ἑλικηδὸν ὀιστεύοντο καρήνοις.
  4. καὶ ποσὶ λεπταλέοισιν ἐπισκαίροντες ἐρίπνῃ
  5. Πᾶνες ἐθωρήσσοντο μεμηνότες, ὧν ὁ μὲν αὐτῶν
  6. μάρψας εὐπαλάμῳ βεβιημένον αὐχένα δεσμῷ
  7. δήιον αἰγείῃσιν ἀνέσχισεν ἀνέρα χηλαῖς,
  8. σὺν βριαρῷ θώρηκι μέσον κενεῶνα χαράσσων·
  9. ὃς δὲ τανυπτόρθων κεράων εὐκαμπέσιν αἰχμαῖς
  10. ὄρθιον ἁρπάξας τετορημένον Ἰνδὸν ἀλήτην
  11. μεσσοπαγῆ κούφιζεν, ἐς ἠερίας δὲ κελεύθους
  12. δισσαῖς ὑψιπότητον ἀνηκόντιζε κεραίαις,
  13. κύμβαχον αὐτοκύλιστον· ἀμαλλοφόροιο δὲ Δηοῦς
  14. ἄλλος ἑῇ παλάμῃ δονέων καλαμητόμον ἅρπην,
  15. ὡς στάχυν ὑσμίνης, ὡς δράγματα δηιοτῆτος,
  16. δυσμενέων ἤμησε γονὰς γαμψώνυχι χαλκῷ,
  17. τεύχων κῶμον Ἄρηι, θαλύσια καὶ Διονύσῳ,
  18. τέμνων ἐχθρὰ κάρηνα· καὶ ὤρεγε μάρτυρι Βάκχῳ
  19. καμπύλον ἀνδρομέῃ πεπαλαγμένον ἆορ ἐέρσῃ.
  20. λοιβὴν αἱματόεσσαν ἐπισπένδων Διονύσῳ