Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ Μοίρας ἐμέθυσσεν ἐνυάλιον πόμα λείβων·
  2. ἄλλου δʼ ἱσταμένου δεδραγμένος αἰγίβοτος Πάν,
  3. χερσὶν ὁμοπλεκέεσσιν ἐπʼ αὐχένι δεσμὸν ἑλίξας,
  4. δήιον εὐθώρηκα μετεστυφέλιξε κεραίῃ,
  5. δισσοτόμῳ γλωχῖνι δαϊζομένου κενεῶνος·
  6. ἄλλος ἐπαΐσσοντα καλαύροπι φῶτα δαΐζων
  7. μεσσόθεν ὀφρυόεντα διέθλασεν ἄκρα μετώπου. [*](After 167 Marcellus would insert xxi. 118-119)
  8. καὶ θρασὺς Ἰνδῴην στρατιὴν θάρσυνεν Ὀρόντης
  9. μῦθον ἀπειλητῆρα χέων ὑψήνορι φωνῇ·
  10. δεῦτε, φίλοι, Σατύροισιν ἀναστήσωμεν Ἐνυώ·
  11. Ἄρεα μὴ τρομέοιτε φυγοπτολέμου Διονύσου·
  12. μηδέ τις ὑμείων πιέτω ξανθόχροον ὕδωρ,
  13. μὴ γλυκερῆς δολόεντα μεμηνότα φάρμακα πηγῆς,
  14. Ἰνδῶν αἰνομόρων δεδαϊγμένα χειρὶ Λυαίου
  15. μὴ μετὰ τόσσα κάρηνα καὶ ἡμέας ὕπνος ὀλέσσῃ.
  16. δεῦτε, πάλιν μαχόμεσθα πεποιθότες· ἀπτόλεμος δὲ
  17. ἀμφαδίην πότε Βάκχος ἐμὴν στήσειεν Ἐνυώ;
  18. εἰ δύναται, μενέτω με φυγὰς πρόμος, ὄφρα δαείη,
  19. οἵους Δηριάδης προμάχους ἐς Ἄρηα κορύσσει.
  20. μαρνάσθω πετάλοισιν, ἐγὼ δʼ αἴθωνι σιδήρῳ.