Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. τοὺς δὲ δίχα πτολέμοιο καὶ εὐθήκτοιο σιδήρου
  2. δούλιον εἰς ζυγόδεσμον ἐληίσσαντο γυναῖκες
  3. βριθομένοις μελέεσσι, καὶ ἀντιβίων ὑπὲρ ὤμων
  4. ὡς νέκυες ζώοντες ἐλαφρίζοντο μαχηταί,
  5. οἱ μὲν ἔτι βλύζοντες ἐπίκλοπον ἰκμάδα Βάκχου
  6. ἀπτολέμοις Σατύροισιν ἐδουλώθησαν ἀνάγκῃ,
  7. χεύματι φαρμακόεντι μεμηνότες. ἐκ δὲ κυδοιμοῦ
  8. μοῦνος ἐγὼ λιπόμην, φονίης ἔτι νῆις ἐέρσης,
  9. χείλεσιν ἀβρέκτοισι φυγὼν ἀπατήλιον ὕδωρ.
  10. ἀλλὰ ποτὸν πεφύλαξο, δορυσσόε, μὴ μετὰ νίκην
  11. κερδαλέην ἀσίδηρον ἀναιμάκτοιο Λυαίου
  12. ζωγρήσῃ δόλος ἄλλος ἐν Ἄρεϊ λείψανον Ἰνδῶν.
  13. ὣς φαμένου βαρύμηνις ἐχώσατο μᾶλλον Ὀρόντης,
  14. καὶ ταχὺς εἰς μόθον ἦλθε παλίνδρομος· ἡμιτελὴς γὰρ
  15. ἦεν ἀγών, ἑτέρης δὲ θεμείλια πήγνυτο χάρμης.
  16. ὄφρα μὲν Ἰνδὸν ὅμιλον ὀρίδρομος ὥπλισεν Ἄρης,
  17. τόφρα δὲ Βασσαρίδις πολυκαμπέος ὑψόθι Ταύρου
  18. εἰς μόθον ἠπείγοντο, συνεστρατόωντο δὲ Βάκχοι
  19. ὁπλοφόροι καὶ Φῆρες ἀτευχέες· οἱ μὲν ἐναύλων
  20. ῥηξάμενοι κρηπῖδας ἐκούφισαν, οἱ δὲ κολώνης