Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. εἰς κρίνον ὄμμα φέρων χιονώδεας εἶδον ἀγοστούς,
  2. ἀθρήσας δʼ ὑάκινθον ἴδον κυανόχροα χαίτην.
  3. δέξό με θηρεύοντα συνέμπορον· ἣν δʼ ἐθελήσῃς,
  4. αὐτὸς ἐγὼ σταλίκων γλυκερὸν βάρος, αὐτὸς ἀείρω
  5. ἐνδρομίδας καὶ τόξα καὶ ἱμερόεντας ὀιστούς,
  6. αὐτὸς ἐγώ· Σατύρων οὐ δεύομαι· οὐ παρὰ λόχμῃ
  7. δίκτυα Κυρήνης ἀνεκούφισεν αὐτὸς Ἀπόλλων;
  8. τίς φθόνος, εἰ μεθέπω καὶ ἐγὼ λίνον; οὐ μογέω δὲ
  9. αὐτὸς ἐμοῖς ὤμοισιν ἐμὴν Νίκαιαν ἀείρων.
  10. οὐ μὲν ἐγὼ γενετῆρος ὑπέρτερος· ἐν ῥοθίοις γὰρ
  11. Εὐρώπην ἀδίαντον ἐκούφισε ποντοπόρος βοῦς.
  12. παρθενικὴ ῥοδόεσσα, τί σοι τόσον εὔαδεν ὕλη;
  13. δῶν ἐρατῶν μελέων περιφείδεο, μηδʼ ἐπὶ πέτραις
  14. ἀστορέες σέο νῶτα κατατρίψωσι χαμεῦναι.
  15. ἔσσομαι, ἢν ἐθέλῃς, θαλαμηπόλος· ὲν δὲ μελάθρῳ
  16. αὐτὸς ἐγὼ στορέσω σέο δέμνια, τοῖσι πετάσσω
  17. δέρματα πορδαλίων πολυδαίδαλα, τοῖς ἅμα βάλλω
  18. φρικτὰ λεοντείης πυκινότριχα νῶτα καλύπτρης
  19. γυμνώσας ἐμὰ γυῖα· σὺ δὲ γλυκὺν ὕπνον ἰαύεις
  20. νεβρίσι δαιδαλέῃσι καλυπτομένη Διονύσου·