Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. οὐ μὲν ἐμῆς ἀλόχοιο βαλὼν γενετῆρα κεραυνῷ
  2. νύμφῃ πατρὸς ὄλεθρον ἀτάσθαλον ἕδνον ὀπάσσω,
  3. μὴ γλυκερὴν Νίκαιαν ἀποφθιμένοιο χαλέψω.
  4. αἴθε πέλον νόθος ὄρνις ἐύπτερος, ὅττι καὶ αὑτὴ
  5. παρθένος ἡμετέρη φιλέει πτερόεντας ὀιστούς.
  6. μᾶλλον ἐγὼ Δανάης ποθέων τύπον ὑγρὸν ἐρώτων
  7. ἤθελον, εἰ χρύσειος ἐγὼ πέλον ὄμβρος ἀκοίτης,
  8. αὐτὸς δῶρα γάμων, αὐτὸς πόσις, ὄφρα χορεύσω
  9. ἀφνειῆς προχέων φιλοτήσιον ὄμβρον ἐέρσης·
  10. ἔπρεπε γὰρ Νίκαιαν ἐμὴν εὐώπιδα κούρην
  11. χρύσεον εἶδος ἔχουσαν ἔχειν χρύσειον ἀκοίτην.
  12. τοῖον ἐρωμανέων ἔπος ἴαχε θυιάδι φωνῇ.
  13. καί ποτε κηώεντος ἔσω λειμῶνος ὁδεύων
  14. ἄνθεα πάντα δόκευε τεθηλότα σύγχροα κούρης,
  15. καί τινα μῦθον ἔειπεν ἐς ἠερόεντας ἀήτας·
  16. ἄρτι μόγις, Νίκαια, τεὴν ἴδον ἐνθάδε μορφήν·
  17. μὴ σέο κάλος ἄμειψας ἐς ἄνθεα; καλλιφυῆ γὰρ
  18. παπταίνων ῥοδεῶνα τεὰς ἐνόησα παρειάς·
  19. ἀλλὰ τεὸν θαλέει ῥόδον ἔμπεδον· ἀμφιέπεις γὰρ
  20. ἔμφυτον οὐ λήγουσαν ἐρευθομένην ἀνεμώνην·