Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Μυγδονίης δʼ ἐλάφου σκέπας ἅρμενον ὑψόθι βάλλω
  2. γυμνώσας Σατύρους. σκυλάκων δέ σοι εἰ χρέος εἵη,
  3. σοὶ κύνας εἰν ἑνὶ πάντας ἐμοῦ τάχα Πανὸς ἄπάσσω,
  4. ἄξομαι ἐκ Σπάρτης ἑτέρους κύνας, οὕς ἀτιτάλλει
  5. ἠιθέων ἐς ἔρωτας ἐμὸς Κάρνειος Ἀπόλλων,
  6. καὶ κύνας ἀγρευτῆρας Ἀρισταίοιο καλέσσω·
  7. καὶ λίνα σὺν σταλίκεσσι καὶ ἅρμενα δῶρα κομίσσω
  8. ἐνδρομίδας Νομίοιο καὶ Ἀγρέος, ὅς πάρος ἔγνω
  9. καὶ νομὸν εὐλείμωνα καὶ εὐκαμάτου δρόμον ἄγρης.
  10. εἰ δὲ θερειγενέος τρομέεις φλόγα διψάδος ὥρης,
  11. ἡμερίδων ὄρπηκας ὑπὲρ λέκτροιο φυτεύσω,
  12. καί σε περιπνεύσωσι μέθης εὐώδεες αὖραι
  13. κεκλιμένην κατὰ μέσσα πολυσταφύλοιο καλύπτρης.
  14. παρθενικὴ περίφοιτε, ποθοβλήτοιο προσώπου
  15. βαλλομένας Φαέθοντι τεὰς ἐλέαιρε παρειάς,
  16. μὴ σέλας Ἠελίου μελέων ἀκτῖνα μαραίνῃ,
  17. μὴ πλοκάμους μυρόεντας ἀμαλδύνωσιν ἀῆται·
  18. εὗδε ῥόδων ἀνὰ μέσσα καὶ ὲν πετάλοις ὑακίνθου,
  19. γείτονι σεῖο κάρηνον ἐρεισαμένη Διονύσῳ,
  20. ἀθανάτοις πισύρεσσιν ὅπως ἕνα κῶμον ἀνάψῃς,