Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Λητοΐδης ἐδίωκε καὶ ὣς Ἥφαιστος Ἀθήνην·
  2. τί σπεύδεις; δρόμος οὗτος ἐτώσιος· ἐν σκοπέλοις γὰρ
  3. ἐνδρομίδες πολὺ μᾶλλον ἀρείονές εἰσι κοθόρνων.
  4. ὣς φαμένη λίπε Βάκχον. ἀεὶ δʼ ὑπὸ φορβάδα λόχμην
  5. παρθενικὴν μάστευεν ὀρίπλανον· ἐσσυμένῳ δὲ
  6. σύνδρομος ὡμάρτησε κύων πινυτόφρονι θυμῷ
  7. τόν ποτε θηρεύοντι φιλοσκοπέλῳ Διονύσῳ
  8. ὤπασε δῶρον ἔχειν σκυλακοτρόφος ὑψίκερως Πάν.
  9. καί μιν ἅτε φρονέοντα καὶ αὐδήεντα δοκεύων
  10. σύννομον ἰσοκέλευθον ἐῶν ξυνήονα μόχθων,
  11. Βάκχος ἐρωμανέων φιλίῳ προσπτύξατο μύθῳ·
  12. τίπτε, κύων περίφοιτος, ὁμόδρομός ἐσσι Λυαίῳ
  13. Πανὸς ἀεὶ ποθέοντος ἐπάξιε; τίπτε σὺ μοῦνος
  14. παρθένον ἰχνεύοντι συνιχνεύεις Διονύσῳ;
  15. ἦ ῥά σε σὸς ταμίης οἰκτίρμονα θῆκεν ἐρώτων;
  16. παρθένον ἡμετέρην ἔτι δίζεο, μηδʼ ἐνὶ πέτραις
  17. Βάκχον ἀλητεύοντα κατʼ οὔρεα μοῦνον ἐάσῃς.
  18. μοῦνος ἐποικτείρεις με, καὶ ὡς βροτὸς εἰς ῥάχιν ὕλης
  19. πλαζομένης λοφόεντα μετέρχεαι ἔνδια κούρης.
  20. κάμνε τεῷ βασιλῆι· χάριν δέ σοι εἵνεα μόχθων