Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καί σε σιδηρείῃσιν ἀλυκτοπέδῃσι πεδήσω
  2. σεῖο κασιγνήτῳ πανομοίιον, ἐνδόμυχον δὲ
  3. χαλκείοις κεράμοισι μετʼ Ἄρεα καὶ σὲ φυλάξω,
  4. ἄχρις ἀναπλήσας δυοκαίδεκα κύκλα Σελήνης
  5. ἠερίοις ἐμὸν οἶστρον ἀπορρίψειας ἀήταις.
  6. χερσὶ γυναιμανέεσσιν ἐμῆς μὴ ψαῦε φαρέτρης·
  7. τόξον ἔχω, σὺ δὲ θύρσον· ἐν Ἀστακίῃ μὲν ἐρίπνῃ
  8. εἰς σύας ἠὲ λέοντας ἐμὸν βέλος ἐνθάδε πέμπω
  9. Ἀρτέμιδος συνάεθλος, ὑπὲρ Λιβάνοιο δὲ πέτρης
  10. νεβροὺς καὶ σὺ δίωκε συναγρώσσων Ἀφροδίτῃ.
  11. οὐ δέχομαι σέο λέκτρα, καὶ εἰ Διὸς αἷμα κομίζεις·
  12. εἰ δὲ θεὸν μενέαινον ἔχειν πόσιν, οὐκ ἄν ἀκοίτην
  13. ἁβροκόμην ἀσίδηρον ἀνάλκιδα θήλεϊ μορφῇ
  14. εἶχον ἐγὼ Διόνυσον, ἐμῷ δʼ ἐφυλάσσετο παστῷ
  15. νυμφίος ἢ κλυτότοξος ἄναξ ἢ χάλκεος Ἄρης,
  16. ὃς μὲν τόξον ἔχων, ὁ δὲ φάσγανον ἕδνον Ἐρώτων·
  17. ἀλλʼ ἐπεὶ οὐ μακάρων τινὰ δέξομαι, οὐδὲ καὶ αὐτὸν
  18. πενθερὸν οἶστρος ἔχει με τεὸν Κρονίωνα καλέσσαι.
  19. ἄλλην δίζεο, Βάκχε, νέην πειθήμονα νύμφην.
  20. τί σπεύδεις; ἀκίχητον ἔχεις δρόμον, ὥς ποτε Δάφνην