Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. δώσω ἀμοιβαίην· μετὰ Σείριον ἀστέρα Μαίρης
  2. αἰθέρος ἔνδον ἄγω σε καὶ ἀστερόεντα τελέσσω
  3. ἄγχι Κυνὸς προτέρου, σταφυλὴν ἵνα καὶ σὺ πεπαίνῃς
  4. βότρυος Εἰλείθυιαν ἀκοντίζων σέθεν αἴγλην.
  5. τίς φθόνος ἀντέλλειν τρίτατον Κύνα; καὶ σὺ φαείνεις
  6. σύνδρομος ἀστερόεντος ἐπειγομένοιο Λαγωοῦ.
  7. εἰ θέμις, οἰκτείρων μὲ σαόφρονι μέμφεο κούρη.
  8. δόχμιον ὄμμα φέρων Κυβεληίδος εἰς ῥάχιν ὕλης,
  9. ὅττί με μαστεύοντα γυνὴ θεὸν εἰσέτι φεύγει·
  10. μέμφεο δʼ ἀμφοτέροισιν, Ἀδώνιδι καὶ Κυθερείῃ,
  11. φοιταλέην δὲ δίωκε [*](MSS. read δὲ δίωκε: δ’ ἐδίωκε Ludwich) διʼ οὔρεος ἄστατον Ἠχώ,
  12. μὴ τελέσῃ φυγόδεμνον ἐμὴν πλέον εἰσέτι νύμφην·
  13. μηδὲ λίπῃς σέο Πᾶνα δυσίμερον ἐγγύθι κούρης,
  14. μή μιν ἑλὼν ζεύξειεν ἀναγκαίοις ὑμεναίοις.
  15. παρθένον αἴ κεν ἴδῃς, ταχὺς ἔρχεο, μάρτυρι σιγῇ
  16. ἢ νοεραῖς ὑλακῇσιν ἀπαγγέλλων Διονύσῳ·
  17. ἄγγελος ἔσσο πόθοιο· κύων δέ τις ἄλλος ἀλάσθω
  18. ἢ σύας ἠὲ λέοντας ἀπὸ σκοπέλοιο διώκων.
  19. Πὰν φίλε, κικλήσκω σε μακάρτατον, ὅττι καὶ αὐτοὶ
  20. σεῖο κύνες γεγάασιν ἐρευνητῆρες Ἐρώτων.