Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. δέξο καί ἣν ἐθέλῃς, ἐλαφηβόλα θύρσα Λυαίου,
  2. νεβροφόνος δὲ γένοιο· καὶ ὑμετέρων ἀπὸ χειρῶν
  3. ὑμετέροις τε πόνοισιν ἐμὴν κόσμησον ἀπήνην
  4. πόρδαλιν ἠὲ λέοντας ὑποζεύξασα χαλινῷ.
  5. ὣς εἰπὼν ἐδίωκεν ὀρειάδα γείτονα κούρην,
  6. τοῖον ἔπος βοόων· μένε, παρθένε, Βάκχον ἀκοίτην.
  7. ἡ δὲ χολωομένη βριαρὴν ἀνενείκατο φωνὴν
  8. παρθενική, στόμα λάβρον ἐπαιθύσσουσα Λυαίῳ·
  9. ταῦτα μολὼν ἀγόρευε φιλοστόργῳ τινὶ νύμφῃ.
  10. εἰ δύνασαι γλαυκῶπιν ἢ Ἄρτεμιν εἰς γάμον ἕλκειν,
  11. καὶ βριαρὴν Νίκαιαν ἔχεις πειθήμονα νύμφην·
  12. εἰμί γὰρ ἀμφοτέρῃσιν ὁμόστολος. εἰ δέ σε φεύγει
  13. ἀπροϊδὴς ὑμέναιος ἀπειρώδινος Ἀθήνης,
  14. καὶ νόον οὐ θέλξειας ἀπειθέος ἰοχεαίρης.
  15. δέμνια Νικαίης μὴ δίζεο· μηδέ σε λεύσσω
  16. ἁπτόμενον τόξοιο καὶ ἀμφαφόωντα φαρέτρην.
  17. μὴ μετὰ βουκόλον Ὕμνον ὀλωλότα καὶ σὲ δαμάσσω.
  18. οὐτήσω Διόνυσον ἀνούτατον· εἰ δὲ σιδήρῳ
  19. μυῖα φέρεις ἀχάρακτα καὶ οὐκ εἴκοντα βελέμνῳ.
  20. υἱέας ὑψιλόφους μιμήσομαι Ἰφιμεδείης,