Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ἐλπίδι μαψιδίῃ πεφορημένος· ἐξαπίνης γὰρ
- ὄρθιος εἷρπε δράκων ὑποκόλπιος ἰξύι γείτων,
- δυσμενέος δʼ ἤιξε κατʼ αὐχένος, ἀμφὶ δὲ δειρῇ
- οὐραίαις ἑλίκεσσιν ἀνέπλεκε κυκλάδα μίτρην·
- ταρβαλέοις δὲ πόδεσσι φυγὼν μελανόχροος ἀνὴρ
- θερμὸν ἀνυμφεύτων ἀπεσείσατο κέντρον Ἐρώτων,
- αὐχένιον φορέων ὀφιώδεος ὁρμὸν ἀκάνθης.
- ὄφρα μὲν οἰνωθέντες ἐν οὔρεσιν ἔτρεχον Ἰνδοί,
- τόφρα δὲ νήδυμος Ὕπνος ἑὸν πτερὸν οὖλον ἑλίξας
- ἀκλινέων σφαλεροῖσιν ἐπέχραεν ὄμμασιν Ἰνδῶν,
- εὔνασε δʼ οἰστρηθέντας ἀμετρήτῳ νόον οἴνῳ,
- Πασιθέης γενετῆρι χαριζόμενος Διονύσῳ·
- ὧν ὁ μὲν ὕπτιος εὗδεν ἄνω νεύοντι προσώπῳ
- ὑπναλέῳ μυκτῆρι μεθυσφαλὲς ἄσθμα τιταίνων,
- ὃς δὲ βαρυνομένην κεφαλὴν ἐπεθήκατο πέτρῳ,
- νωθρὸς ἐυκροκάλῳ ποταμηίδι κείμενος ὄχθῃ,
- ἠματίοις δʼ ὀάριζε νοοπλανέεσσιν ὀνείροις
- ὀρθὰ περὶ κροτάφοισι πεπηγότα δάκτυλα βάλλων·
- πρηνὴς δʼ ἄλλος ἔην τετανυσμένος, εἶχε δὲ δισσὴν
- χεῖρα καθιεμένην ἰσοελκέα δίζυγι μηρῷ·