Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καί τις ἑῆς παλάμης κεφαλὴν ἐπερείσατο καρπῷ
  2. οἶνον ἀναβλύζων· ὁ δὲ καμπύλα γυῖα συνάπτων,
  3. ὡς ὄφις ἀμφιέλικτος, ἐκέκλιτο, λοξὸς ἰαύων.
  4. καὶ χορὸς ἀντιβίων πεφορημένος εἰς ῥάχιν ὕλης,
  5. ὃς μὲν ὑπὸ δρυὸς εὗδεν, ὁ δὲ πτελέης ὑπὸ θάμνῳ,
  6. ἄλλος ἐπὶ πλευρῇσι πεσὼν ἐκλίνετο φηγῷ,
  7. λαιὴν ὀφρυόεντι βαλὼν ἐπὶ χεῖρα μετώπῳ·
  8. καὶ πολὺς ἑσμὸς ἴαυε λάλος νέκυς, ἠέρι πέμπων
  9. ἀλλοίης ἀχάλινον ἀσημάντου θρόον ἠχοῦς
  10. οἰνοβαρὴς· ἕτερος δὲ τινασσομένοιο καρήνου
  11. γηραλέης πλατὺ νῶτον ἐπέτρεπε πυθμένι δάφνης·
  12. τὸν δὲ βαρὺ κνώσσοντα βαθυστρώτων ἐπὶ λέκτρων
  13. ἀκροκόμου φοίνικος ἢ εὐώδινος ἐλαίης
  14. ῥιπίζων ἀνέμοισιν ἕλιξ ἐπεσύρισεν ὄρπηξ·
  15. καί τις ὑπὲρ δαπέδοιο χυτῇ τετάνυστο κονίῃ,
  16. ἄκρα ποδῶν προχοῇσι κατακλύζων ποταμοῖο·
  17. ἄλλος ἀπειρήτοιο μέθης βακχεύετο παλμῷ,
  18. καὶ κεφαλὴν βαρύθουσαν ἐπέτρεπε γείτονι πεύκῃ·
  19. ἄλλου φυσιόωντος ἐσείετο νεῦρα μετώπου.
  20. καὶ δηίους κνώσσοντας ἰδὼν γελόωντι προσώπῳ