Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. γηραλέου δὲ φυτοῖο θορὼν παρὰ γείτονι ῥίζῃ
  2. γλαυκὸν ἐυρραθάμιγγος ἀνείρυσε θαλλὸν ἐλαίης
  3. ὄμβρῳ ἐερσήεντι διάβροχον, οἷα πιέζων
  4. οἰνωπῇ ῥαθάμιγγι Μαρωνίδος ἄκρον ὑπήνης.
  5. ἄλλοι σὺν ξιφέεσσι, σὺν ἔγχεσι, σὺν τρυφαλείαις
  6. ἄσχετα βακχευθέντες ἀμερσινόῳ φρένας οἴνῳ
  7. ὄργια μιμήσαντο φερεσσακέων Κορυβάντων,
  8. ἴχνια δινεύοντες ἐνόπλιον ἀμφὶ χορείην·
  9. καὶ παλάμης ἑλικηδὸν ἀμοιβαίῃσιν ἐρωαῖς
  10. ἀσπίδες ἐκρούοντο κυβιστητῆρι σιδήρῳ·
  11. ἄλλος ὀπιπεύων θιασώδεος ὄργια Μούσης
  12. μιμηλὴν Σατύροισι συνεσκίρτησε χορείην·
  13. καί τις ἀρασσομένης ἀίων κελάδημα βοείης
  14. μείλιχον ἦθος ἔδεκτο, φιλοσμαράγῳ δὲ μενοινῇ
  15. ῥιγεδανὴν ἀνέμοισιν ἑὴν ἔρριψε φαρέτρην,
  16. λύσσαν ἔχων· ἕτερος δὲ γυναιμανέων πρόμος Ἰνδῶν
  17. ἀπλεκέος πλοκαμῖδος ἑλὼν ὑψαύχενα Βάκχην,
  18. παρθενικὴν ἀδάμαστον ἀτάσθαλον εἰς γάμον ἕλκων,
  19. σφίγξεν ὑπὲρ δαπέδοιο, τανυσσάμενος δὲ κονίῃ
  20. χερσὶν ἐρωμανέεσσιν ἀπεσφρηγίσσατο μίτρην,