Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. οἷά τε Βασσαρίδων ὀλέκων στίχα· δαιδαλέαις γὰρ
  2. νεβρίσιν ἰσοτύποισι παρεπλάγχθησαν ὀπωπαί·
  3. καὶ φονίαις λιβάδεσσιν ὅλον θώρηκα μιαίνων
  4. Ἰνδὸς ἀκοντιστῆρι μέλας ἐρυθαίνετο λύθρῳ.
  5. καί τις ὁμοκλήσας ἐκορύσσετο γείτονι δένδρῳ
  6. μαστίζων ἑκάτερθε, καὶ εἰαρινοῖσι δοκεύων
  7. σειομένην ἀνέμοισι φυτῶν ἑλικώδεα χαίτην
  8. ἁβροκόμων ὄρπηκας ἀπηλοίησε κορύμβων,
  9. φύλλα διασχίζων λασίης δρυός, οἷα μαχαίρῃ
  10. πλοχμὸν ἀκερσικόμοιο διατμήγων Διονύσου,
  11. μαρνάμενος πετάλοισι καὶ οὐ Σατύροισιν ἐρίζων,
  12. τερπωλὴν ἀνόνητον ἔχων σκιοειδέι νίκῃ.
  13. μαίνετο δʼ ἀντιβίων ἕτερος χορός· ἀντὶ δὲ λόγχης
  14. ὃς μὲν ἑλὼν βαρύδουπον ἐπωμαδίῳ τελαμῶνι
  15. τύμπανον ἠέρταζε, καὶ ἀμφιπλῆγι βοείῃ
  16. δίζυγον ἐσμαράγησε μέλος χαλκόκροτον ἠχώ·
  17. ὃς δὲ πολυτρήτοιο βοῇ δεδονημένος αὐλοῦ
  18. ἄστατος εἱλικόεντι ποδῶν βακχεύετο παλμῷ·
  19. καί τις ἀπειρήτοις ἐπὶ χείλεσι λωτὸν ἐρείσας
  20. δίθροον ἁρμονίην ἐμελίζετο Μυγδόνος αὐλοῦ·