Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ὄμμασι δερκομένοισιν ἐδιπλώθησαν ἐρίπναι,
- καὶ βλεφάροις δοκέεσκον ἰδεῖν διδυμόζυγον ὕδωρ.
- καὶ προχοὴ κελάρυζε φιλακρήτου ποταμοῖο
- ξανθὸν ἀναβλύζουσα μέθης ῥόον· ἡδυπότου δὲ
- οἰνάδος ἠρεύγοντο ῥοὰς εὐώδεες ὄχθαι.
- δυσμενέας δʼ ἐμέθυσσε χάλις ῥόος. ἔνθά τις ἀνὴρ
- Ἰνδὸς ἀμερσινόοιο μέθης δεδονημένος οἴστρῳ
- εἰς ἀγέλην ἤιξε, καὶ εὐπετάλῳ παρὰ λόχμῃ
- ταῦρον ἀπειλητῆρα μετήγαγε δέσμιον ἕλκων,
- διχθαδίων κεράων κεχαραγμένον ἄκρον ἐρύσσας
- τολμηραῖς παλάμαις, διδυμάονος οἷα κεραίης
- ταυροφυῆ Διόνυσον ὑπὸ ζυγὰ δούλια σύρων·
- ἄλλος ἔχων δασπλῆτα σιδηρείης γένυν ἅρπης
- αἰγὸς ὀρεσσινόμοιο διέθρισεν ἀνθερεῶνα,
- θηγαλέῳ δρεπάνῳ δεδαϊγμένον, οἷά τε δειρὴν
- Πανὸς ἐυκραίροιο ταμὼν γαμψώνυχι χαλκῷ·
- ἄλλος ἀπηλοίησε βοῶν κεραελκέα φύτλην,
- οἷά περ ἀμώων Σατύρων ταυρώπιδα μορφήν,
- ὃς δὲ τανυκραίρων ἐλάφων ἐδίωκε γενέθλην
- στικτῆς εἰσορόων πολυδαίδαλον εἶδος ὀπωπῆς,