Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. εἰς ἐμὲ πέμπε βέλεμνα μιαιφόνα· πικρότεροι γὰρ
  2. ἄλλοι ἐμὲ κλονέουσι πυριγλώχινες ὀιστοί.
  3. ἢν δὲ κατακτείνῃς με τεῷ φρενοθελγέι τόξῳ,
  4. παρθένε, μὴ φλέξειας ἐμὸν δέμας ἠθάδι πυρσῷ·
  5. πυρκαϊῆς ἑτέρης οὐ δεύομαι· ἀλλὰ σύ, κούρη,
  6. μοῦνον ἐμοὶ φθιμένῳ γλυκερὴν περίχευε κονίην
  7. χειρὶ τεῇ, πυμάτην ὀλίγην χάριν, ὄφρά τις εἴπῃ·
  8. π̔αρθένος ὡς ἐλέαιρε, τὸν ἔκτανε. μηδὲ θανόντος
  9. αὐλὸς ἐμός, μὴ πηκτὶς ἐμῷ περὶ σήματι κείσθω,
  10. ποιμενίην μὴ βάλλε καλαύροπα, μάρτυρα τέχνης·
  11. ἀλλὰ κατακταμένοιο τεὸν βέλος ὑψόθι τύμβου
  12. πῆξον, ἐμῷ δυσέρωτι λελουμένον εἰσέτι λύθρῳ.
  13. δὸς δέ μοι ὑστατίην ἑτέρην χάριν ὑψόθι τύμβου
  14. ἄνθεα Ναρκίσσοιο ποθοβλήτοιο γενέσθω
  15. ἢ κρόκος ἱμερόεις ἢ Μίλακος ἄνθος Ἐρώτων,
  16. εἰαρινὴν δὲ φύτευε μινυνθαδίην ἀνεμώνην
  17. πᾶσιν ἀπαγγέλλουσαν ἐμὴν μινυώριον ἥβην.
  18. εἰ δέ σε μὴ τέκε πόντος ἀμείλιχος ἠὲ κολῶναι,
  19. βαιὸν ἐμοῖ χέε δάκρυ, τόσον μόνον, ὅσσον ἐέρσαις
  20. ἱμερτῆς ῥοδόεντα παρηίδος ἄκρα διαίνειν,