Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἔμπεδον ἕλκος Ἔρωτος, ὑπὸ φρένα βοσκόμενον πῦρ.
  2. τεθναίην, ὅτι πότμος ἐπήρατος· εἰ δὲ βελέμνῳ
  3. τοξοφόρος μετὰ Κύπριν ὀιστεύσεις με καὶ αὐτή,
  4. πρὸς Παφίης, μὴ πέμπε κατʼ αὐχένος, ἡμετέρην δὲ
  5. σὸν βέλος εἰς φρένα πῆξον, ὅπῃ βέλος ἐστὶν Ἐρώτων.
  6. αὐχένι μᾶλλον ἴαλλε τεὸν δόρυ, μὴ φρένα τύψῃς·
  7. ὠτειλῆς ἑτέρης οὐ δεύομαι. εἰ δέ σε τέρπει,
  8. τλήσομαι ἄλλο βέλεμνον, ὅπως ἐμὲ γαῖα καλύψῃ
  9. καὶ πυρὸς ἕλκος ἔχοντα καὶ οὐτηθέντα σιδήρῳ.
  10. κτεῖνέ με τὸν δυσέρωτα, τεῆς μὴ φείδεο νευρῆς.
  11. θηλύνεις δὲ σίδηρον, ὅταν ψαύσειας ὀιστῶν·
  12. ἵσταμαι αὐτοκέλευστος ἐγὼ σκοπός, ὄμματι τερπνῷ
  13. δάκτυλα μαρμαίροντα περὶ γλυφίδεσσι δοκεύων,
  14. ἐκταδὸν αὖ ἐρύοντα τεὴν μελιηδέα νευρὴν
  15. δεξιτερῷ ῥοδόεντι πελαζομένην σέο μαζῷ.
  16. θνήσκω νεκρὸς Ἔρωτος ἑκούσιος ἡδέι πότμῳ·
  17. οὐκ ἀλέγω θανάτοιο καὶ οὐ τρομέω νέφος ἰῶν,
  18. γυμνὴν ὑμετέρην χιονώδεα χεῖρα δοκεύων
  19. ἁπτομένην τόξοιο καὶ ἱμερόεντος ὀιστοῦ.
  20. εἰς ἐμὲ πάντα βέλεμνα τεῆς προΐαλλε φαρέτρης,