Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. χειρὶ δὲ σεῖο χάραξον ἔπος τόδε πενθάδι μίλτῳ·
  2. ἐνθάδε βουκόλος Ὕμνος, ὃν ἔκτανεν ἄμμορον εὐνῆς
  3. παρθενικὴ Νίκαια καὶ ἐκτερέιξε θανόντα.
  4. ὣς φαμένου Νίκαια χολώετο· λυσσαλέη δὲ
  5. λοίγιον ἰοβόλου γυμνώσατο πῶμα φαρέτρης
  6. καὶ βέλος ἰθυκέλευθον ἀνείρυσεν, ἐκταδίη δὲ
  7. κυρτὸν ὀπισθοτόνοιο κέρας κυκλώσατο τόξου,
  8. ἠνεμόεν δὲ βέλεμνον ἐς ἀνθερεῶνα νομῆος
  9. φθεγγομένου προέηκε, καὶ ἄσχετος ἰὸς ἀλήτης
  10. μῦθον ἔτι προχέοντα μέσῳ σφρηγίσσατο δεσμῷ.
  11. ἀλλʼ οὐ νεκρὸς ἄδακρυς ἔην τότε· μεμφομένη δὲ
  12. ἀνδροφόνον Νίκαιαν ὀρεστιὰς ἄχνυτο Νύμφη,
  13. μυρομένη νέκυν Ὕμνον· ἐν εὐύδρῳ δὲ μελάθρῳ
  14. Ῥυνδακὶς ὑγροφόρητος ἀσάμβαλος ἔστενε κούρη·
  15. νηιάδες δʼ ἔκλαυσαν· ὑπὲρ Σιπύλοιο δὲ γείτων
  16. δάκρυσιν αὐτοχύτοις Νιόβης πλέον ἔστενε πέτρη.
  17. κούρη δʼ ὁπλοτάτη, γαμίων ἔτι νῆις Ἐρώτων,
  18. μή πω Βουκολίωνος ὁμιλήσασα χαμεύνῃ,
  19. Νηὶς Ἀβαρβαρέη νεμεσίζετο πολλάκι νύμφῃ·
  20. ἀμφὶ δέ Δίνδυμον ἄκρον ὁμήλυδες ἐγγύθι λόχμης