Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- δάφνη καὶ σὺ φίλη, δενδρώδεα ῥῆξον ἰωήν·
- αἴθε καλὴ Νίκαια πάρος πέλε, καί κεν Ἀπόλλων
- ἁβροτέρην ἐδίωκε, καὶ οὐ φυτὸν ἔπλετο Δάφνη.
- ὣς φάτο· καὶ σύριγγι σαόφρονος ἐγγύθι κούρης
- μάρτυν ἑῆς ὀδύνης, γαμίην ἐμελίζετο μολπήν.
- παρθενικὴ δʼ ἀγόρευεν ἐπεγγελόωσα νομῆι·
- Ἡδὺς ὁ συρίζων Παφίης μέλος ὑμέτερος Πάν·
- πολλάκι μέλψεν Ἔρωτα καὶ οὐ πέλε νυμφίος Ἠχοῦς.
- ἆ πόσα Δάφνις ἄειδεν ὁ βουκόλος· ἀμφὶ δὲ μολπῇ
- παρθένος ἀστιβέεσσιν ἐκεύθετο μᾶλλον ἐρίπναις
- ποιμενίης φεύγουσα βοῆς μέλος. ἆ πόσα Φοίβου
- ἔκλυε μελπομένοιο καὶ οὐ φρένα θέλγετο Δάφνη.
- ὣς φαμένη δόρυ θοῦρον ἐδείκνυεν ἄφρονι βούτῃ.
- αὐτὰρ ὁ λυσσήεντι τετυμμένος ἡδέι κέντρῳ,
- μὴ νοέων, ὅτι τόσσον ἔην ἄστοργος Ἀμαζών,
- πομπὸν ἑοῦ θανάτοιο δυσίμερον ἴαχε φωνήν·
- Ναί, λίτομαι, προΐαλλε φίλον δόρυ, χιονέῃ δὲ
- κτεῖνέ με σῇ παλάμῃ, καὶ τέρπομαι· οὐ σέο λόγχην,
- οὐ τρομέω, φυγόδεμνε, τεὸν ξίφος, ὅττι τελευτὴν
- ὀξυτάτην ὀπάσειεν, ὅπως ποτὲ πικρὸν ἀλύξω