Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. δίφρον ἐὸν στήσασα φαεσφόρος ἥρπασεν Ἠώς·
  2. καὶ Διὸς οἰνοχόος πέλε βουκόλος, ὃν διὰ κάλλος
  3. φειδομένοις ὀνύχεσσιν ἐκούφισεν ὑψιπέτης Ζεύς.
  4. δεῦρο, βόας ποίμαινε, καὶ ὁπλοτέρην σε καλέσσω
  5. ἄλλῳ βουκολέοντι σὺν Ἐνδυμίωνι Σελήνην·
  6. ῥῖπτε βέλος καὶ ψαῦε καλαύροπος, ὄφρά τις εἴπῃ·
  7. Ὕμνου μηλονόμοιο βόας Κυθέρεια νομεύει.
  8. ὣς φάτο καὶ λιτάνευε, φίλων δʼ ἐδράξατο γούνων
  9. χερσὶ γυναιμανέεσσι, καὶ ἕσπετο, καί οἱ ἐνίψαι
  10. ἔτρεμεν οἶστρον Ἔρωτος, ἑῇ δʼ ὑπεμέμφετο σιγῇ.
  11. καί ποτε θάρσος ἔχων γαμίων ὑποεργὸν Ἐρώτων
  12. κείμενα Νικαίης ἀνεκούφισεν ἔντεα θήρης,
  13. καὶ δόρυ θοῦρον ἄειρε, πόθου δʼ ὑπό μείζονι κέντρῳ
  14. κούρης χωομένης γλυκερὴν ἤειρε φαρέτρην,
  15. καὶ κύσε δίκτυα κωφὰ καὶ οὐ πνείοντας ὀιστούς,
  16. χείλεσι τερπομένοισι μιαιφόνον ἰὸν ἐρείσας,
  17. καὶ στέρνοις ἐπέλασσεν ἀφειδέι χειρὶ πιέζων·
  18. καί τινα μῦθον ἔειπεν ἀδουπήτῳ τινὶ φωνῇ·
  19. Πρὸς Παφίης, φθέγξασθε πάλιν, δρύες, ὡς ἐπὶ Πύρρης,
  20. ὡς ἐπὶ Δευκαλίωνος, ἐλέγξατε λυσσάδα κούρην.