Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- καὶ λίνον ἐν σκοπέλοισιν ἀνέπλεκεν ἠθάδος ἄγρης
- νήματος ἀσκητοῖο φιλαίτερον· οὔ ποτε τόξῳ
- ποικίλον εἶδος ἔχοντος ἀνάλκιδος ἥπτετο νεβροῦ,
- δορκάδας οὐκ ἐδίωκε, καὶ οὐκ ἔψαυε λαγωοῦ,
- ἀλλὰ περιζεύξασα δαφοινήεντι χαλινῷ
- γλαυκὰ δασυστέρνων ἐπεμάστιε νῶτα λεόντων,
- πολλάκι δʼ ἔγχος ἄειρε καταντία λυσσάδος ἄρκτου·
- μέμφετο δʼ ἰοχέαιραν ἑκηβόλον, ὅττι λιποῦσα
- στικτῶν πορδαλίων γενεὴν καὶ φῦλα λεόντων
- οὐτιδαναῖς ἐλάφοισιν ἑὴν ἔζευξεν ἀπήνην.
- οὐδὲ μύρῳ μεμέλητο, μελικρήτων δὲ κυπέλλων
- ὑδατόεν προβέβουλε χαραδραίης πόμα πηγῆς
- ψυχρὸν ὕδωρ προχέουσα· καὶ αὐτορόφῳ κενεῶνι
- κούρης δύσβατος οἶκος ἐρημάδες ἦσαν ἐρίπναι·
- πολλάκι δʼ εὐκαμάτοιο μετὰ δρόμον ἠθάδος ἄγρης
- πορδαλίων σχεδὸν ἧστο, μιῇ δʼ ὑπὸ κοιλάδι πέτρῃ
- μίμνε μεσημβρίζουσα λεχωίδος ἄγχι λεαίνης·
- ἡ δὲ γαληναίῃσιν ὑπʼ ὀφρύσι μειλιχίη θὴρ
- ἀδρύπτοις γενύεσσι δέμας λιχμάζετο κούρης,
- καὶ κινυρῆς μίμημα κυνὸς δειδήμονι λαιμῷ