Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ χρυσέην Ὑμέναιος ἀνηέρταζε βοείην
  2. ἀνέρα συλήσας χρυσάσπιδα, γηθόσυνος δὲ
  3. κοῦρον ἐρωμανέεσσιν ἐδέρκετο Βάκχος ὀπωπαῖς
  4. τεύχεσιν ὑπναλέοιο καταυγάζοντα φορῆος·
  5. καὶ νέος ἠκόντιζεν ἐν ἔντεσιν ὄλβιον αἴγλην,
  6. ὡς Λυκίου Γλαύκοιο λαβὼν ἀμάρυσσε μαχηταῖς,
  7. ἀφνειοῖς σακέεσσιν ἀπαστράπτων, Διομήδης.
  8. ἄλλους δʼ ἀντιβίους στρατιὴ ληίσσατο Βάκχων,
  9. νήδυμον ὕπνον ἔχοντας ὁμόστολον ἡδέος οἴνου.
  10. ἔνθά τις ἀγκυλότοξος, ἐρημάδι σύννομος ὕλῃ,
  11. παρθένος Ἀστακίδεσσιν ὁμότροφος ἤνθεε Νύμφαις
  12. καλλιφυὴς Νίκαια, λαγωβόλος Ἄρτεμις ἄλλη,
  13. ἀλλοτρίη φιλότητος, ἀπειρήτη Κυθερείης,
  14. θῆρας ὀιστεύουσα καὶ ἰχνεύουσα κολώναις·
  15. οὐδὲ μυχῷ θυόεντι καλύπτετο παρθενεῶνος.
  16. καί οἱ ἐνὶ σκοπέλοισιν ἐρημονόμῳ παρὰ πέζῃ
  17. ἠλακάτη πέλε τόξον, ἀεὶ δέ οἱ ἔνδοθι λόχμης
  18. μηκεδανοὶ κλωστῆρες ἔσαν πτερόεντες ὀιστοί,
  19. καὶ σταλίκων ξύλον ὀρθὸν ὀρειάδος ἱστὸς Ἀθήνης·
  20. καὶ καθαρῇ συνάεθλος ὁμίλεεν ἰοχεαίρῃ,